# Cpr 35 29

Documentary Papyri, Cpr 35, CPR 1 241 (fr. 1). Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-35/29
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-35/29

τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιῶν γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως καὶ ὡς χρηματίζει, παρὰ Αὐρηλίου Μενελάου Πασχειοῦτος μητρὸς Τεσεῦτος ἀπὸ κώμης Θελβώνθεως· βούλομαι ἑκουσίως μισθώσασθαι ἐκ τοῦ πολιτικοῦ λόγου ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους περὶ τὴν αὐτὴν Θελβῶνθιν ἐκ τοῦ Φιλοκράτους κλήρου ἀρούρας ἓξ εἰς σπορὰν πυροῦ καὶ ἀναπαυματικῶν γενῶν κατʼ ἔτος κατὰ τὸ ἥμισυ ἐκφορίου καὶ φόρου κατʼ ἔτος ἀποτάκτου τῶν ὅλων ἀρουρῶν πυροῦ ἀρταβῶν δεκαοκτὼ καὶ ἀργυρίου δραχμῶν ἑβδομήκοντα δύο ἃς ἀποδώσω καὶ μετρήσω ἐν τῷ Παῦνι καὶ Ἐπεὶφ μησὶ κατʼ ἔτος τὸ μὲν ἀργύριον δόκιμον τὸν δὲ πυρὸν εἰς τὸ δημόσιον πρώτῃ μετρήσει μίαν δοχικῷ ἀντὶ μιᾶς Ἀθηναίου καὶ ἐποίσω μέτρησιν καθαρὰν εἰς τὸ διασταλῆναι, τῶν δημοσίων πάντων τῆς γῆς καὶ ἐπιμερισμῶν ὄντων πρὸς τὸν τῆς πόλεως λόγον· ἐὰν δέ, ὃ μὴ γίνοιτο, ἄβροχος γένηται, ἀπὸ τοῦ ἑξῆς ἔτους ἐπάναγκες ἐπαντλήσω καὶ τελέσω τῶν προκειμένων φόρων τὸ ἥμισυ, ἐπιθέματος δὲ γινομένου ἐξὸν ἑτέροις μεταμισθοῦν ἢ καὶ αὐτουργεῖν καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ γ Αὐρήλιος Μενέλαος Πασχειοῦτος μεμίσθωμαι ὡς πρόκειται· Αὐρήλιος Κοπρῆς ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα

---

Documentary Papyri, CPR 35. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cpr;35.
