# Cpr 6 1.18-29

Documentary Papyri, Cpr 6, 1.18 to 1.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-6/1.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-6/1.18

Θέων Πετερμουθίωνος ὡς ἐτῶν τριάκοντα οὐλὴ ὀφρύι ἀριστερᾷ, Μυσθαρίων Ζωίλου ὡς ἐτῶν ἑξήκοντα ἐννέα ἄσημος, Ἐπίμαχος ὁ καὶ Γέτας Δημητρίου ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς, Διδᾶς Πτολεμαίου ὡς ἐτῶν τριάκοντα ὀκτὼ οὐλὴ μήλῳ δεξιῶι, Ἥρων Ἁρποκρατίωνος ὡς ἐτῶν … κοντα οὐλὴ μεσοφρύωι, Πτολεμαῖος Ἀπολλωνίου ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς. οἱ ἓξ μάρτυρες. Ἀμμώνιος Ἀπίωνος τέθειμαι τὴν διαθήκην καταλείπων τοῖς τέκνοις μου Ἀπίωνι καὶ Ἀφροδιτοῦτι ἐξ ἴσου τὰ ὑπάρχοντά μου πάντα καὶ ἐνοφειλόμενα, τῇ δὲ γυναικὶ Ἀφροδιτοῦτι τὴν ἐνδομενείαν καὶ ἱματισμὸν καὶ ἐνοίκησιν οἰκίας καὶ αὐλῆς …τ…τεκν… συνεπείσθην τοῖς προγεγραμένοις· ἃς δὲ ἔχω ἐν θέματι ἐπὶ τῆς Πάππου τραπέζης ἀργυρίου δραχμὰς τρισχιλίας διακοσίας βούλομαι κατατεθῆναι … τοῖς τέκνοις μου ἐπακολουθοῦντος τῇ ἐπιτροπῇ καὶ τῷ ἀγορασμῷ τοῦ ἀδελφοῦ μου Θέωνος καθὼς πρόκιται καὶ σφραγιῶ γλύμματι Σαράπιδος. ἐν δὴ οἷς ἐνοφειλομένοις μοί ἐστιν καὶ δάνειον τῆς μητρὸς δραχμῶν χιλίων γενόμενον κατὰ πίστιν ἐπʼ ὀνόματος τοῦ ἀδελφοῦ μου Θέωνος. Θέων Πετερμουθίωνος μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Μεσθασύθμιδος. Μυσθαρίων Ζωίλου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἑρμοῦ. Ἐπίμαχος ὁ καὶ Γέτας Δημητρίου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἁρποχράτου. Διδᾶς Πτολεμαίου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἴσιδος. Ἥρων Ἁρποκρατίωνος μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἄμμωνος. Πτολεμαῖος Ἀπολλωνίου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Ἀγαθοῦ Δαίμονος. Λούκιος ὁ καὶ Ἑρμίας καὶ οἱ …διαδ… ἔτους θ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ κζ …υροσημ… τὴν προκειμένην διαθήκην εξεν… του… …υκ…ε…

---

Documentary Papyri, CPR 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cpr;6.
