# O.Berenike 2 125

Documentary Papyri, O.Berenike 2, O.Berenike 2 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/o-berenike-2/125
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/o-berenike-2/125

Ἐν Βερενίκηι τῆι πρὸς τῆι ἐρυθρᾶι θαλάσσηι ἔτους ζ ἱεροῦ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Μεσορὴι β· Ὧρος Κομάρου τοῦ Γερμύλλου Νεκθαραῦτι Ἁρυώθου χαίρειν· ὁμολογῶ πεπρακέναι σοι καὶ ἀπεσχηκέναι με παρὰ σοῦ ἐνταῦθα διὰ χειρὸς ἐξ οἴκου τιμὴν τοῦ ὑπάρχοντός μοι ὄνου σὺν σάγματι ἄρρενος λευκοῦ τοῦτον τοιοῦτον ἀναπόριφον ἀργυρίου σεβαστῶν καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑκατὸν ἑξήκοντα, γίνονται ἀργυρίου ρξ, ἐὰν δέ τις σοὶ ἐνκαλέσηι ἢ ἐπελθῆι ἢ ἄλλος ὑπὲρ ἐμοῦ ἐπὶ σὲ ἢ ἐπὶ τοὺς παρὰ σοῦ μήτε αὐτὸν ἐμὲ μήτε τοὺς παρ’ ἐμοῦ τρόπῳ μηδενὶ ὑπὲρ τοῦ σημαινομένου ὄνου ἢ τιμῆς αὐτοῦ ἢ μέρους, τὸν δὲ ἐπελευσόμενον ἐγὼ αὐτὸς ἀποστήσω ἐπάνανκα τοῖς ἰδίοις δαπανήμασι ἢ ἐκτίσω ἣν μὲν εἴληφα παρὰ σοῦ τιμὴν παράχρημα ἀνυπερθέτως καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ ὃ ἐὰν εἰσπραχθῇς τούτου χάριν ἢ δαπάνας ποιήσηι. ἥδε ὁμολογία ἥδεδε κυρία ἔστω τῆς πράσεως καὶ ἔννομος πανταχοῦ ἐπιφερομένη ὡς ἐν δημοσίωι κατακεχωρισμένη. Ὧρος Κομάρου τοῦ Γερμάλου πέπρακα καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα δραχμὰς ρξ τιμὴν τοῦ ὑπάρχοντός μοι ὄνον ἄρσενος καθὼς πρόκειται. ἔτους ζ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ …ριων… ἔτους ζ ἱεροῦ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Μεσορὴ β. … λυδ

---

Documentary Papyri, O.Berenike 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/o.berenike;2.
