# P.Abinn. 22

Documentary Papyri, P.Abinn., P.Abinn. 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-abinn/22
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-abinn/22

κυρίῳ μου πατρὶ Ἀβιννέει Ἀπολλῶς. πρὸ μὲν πάντων εὔχομαι τὸν παντοκράτορα θεὸν ὅπως ὑγιαίνων συ μετὰ τοῦ οἴκου ἀπολάβῃς τὰ παρʼ ἐμοῦ γράμματα. καθὼς ἔγραψάς μοι εἰσβῆναι ἐπὶ τῆς Ἀλεξανδρίας καὶ μαθεῖν τί ὑπεδέξατο ὁ ἀείμνηστος Ἰσᾶς ἀπὸ τῆς ὅσπιτος τῆς οἰκίας σου, καὶ εὗρον αὐτὸν λαβόντα ἐξ ἐπιστολῆς σῆς μυριάδας διακοσίας τριάκοντα δύο καὶ δέδωκεν αὐτῶν χειρία τῇ ὅσπιτι. ἰδοὺ οὖν ἀπέστειλά σοι καὶ τὴν χεῖρα ἣν δέδωκεν Ἰσᾶς τῶν διακοσίων τριάκοντα δύο μυριάδων καὶ ὅλον τὸ λογάριοντῆς οἴκίας καὶ τῶν ψωμίων· ἀπὸ δὲ τοῦ Φαρμοῦθι μηνὸς Πίστη παρέλαβεν τὴν οἰκίαν σου καὶ τοὺς ἄρτους μέχρι τοῦ δεῦρο· προσέεικεν γὰρ ὁ Ἰσᾶς τοῖς ἐν ἀγροῖς καὶ παρέδωκεν αὐτὴν τῇ Πίστῃ, καὶ ὑπεδέξατο καὶ παρὰ …αλείου ἐκ σῆς ἐπιστολῆς τῆς σῆς πάλιν τοῦτο ὁ Ἰσᾶς μυριάδας πεντήκοντα ν καὶ οἴνου κεράμια δύο . ἀσπάζομαι ὑμᾶς πάντας κατʼ ὄνομα. ἐρρῶσθαι σε εὔχομαι πολλοῖς χρόνοις ἀπόδος Ἀβιννέει Ἀπολλῶς.

---

Documentary Papyri, P.Abinn.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.abinn.
