# P.Abinn. 51

Documentary Papyri, P.Abinn., P.Abinn. 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-abinn/51
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-abinn/51

Φλαυίῳ Ἀβιννέῳ ἐπάρχῳ εἴλης στρατιωτῶν διακειμένων ἐν κάστροις Διονυσιάδος παρὰ Αὐρηλίας Ἀτᾶρις θυγατρὸς Μέλανος οὐετρανοῦ γεουχούσης ἐν κώμῃ Ἑρμοῦ πόλει. κατὰ τὴν τρίτην τῶν ἐπαγομένων, οὐκ οἶδα τίνι λόγῳ καὶ λῃστρικῷ τρόπῳ χρησάμενοι, πρὸς ὥραν δεκάτην, ἐμοῦ ἀπαιτοῦντός μου τὸ χρέοςτῶν χρεωστεῖ μοι, ἀπέκλεισέν με ἐν τῇ οἰκίᾳ αὐτοῦ Πολείον ἅμα τῷ υἱῷ Ὡρίωνος τοῦ εἰρηνάρχου Ἀπίωνι καὶ τῇ ἀδελφῇ τοῦ Πολείονος Κυριακῇ καὶ ἀπέκτεινάν με ταῖς πληγαῖς· φυγῇ ἐχρησάμην ἀπὸ τῆς οἰκίας αὐτοῦ καὶ ἀπέβαλα ἐμαυτὴν ἀπάνωθεν ἀπὸ τῆς ὕβρεως αὐτῶν καὶ τῆς βίας ἣν ἔπαθα ἀπὸ αὐτῶν καὶ πρὸς θάνατον ἀνάκειμαι. διʼ αὐτὸ τοῦτο ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπίας, κύριε, τούτους συνλαβέσθαι καὶ παραπέμψαι αὐτοὺς τῷ κυρίῳ μου δουκί· αὐτοῦ γάρ ἐστιν τοὺς τὰ τοιαῦτα τολμῶντας ἐκδικεῖν· καὶ τούτου τυχὼν χάριτά σοι ὁμολογήσομαι, κύριε. διευτύχει. Αὐρηλία Ἀτᾶρις ἐπιδέδωκα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ δ καὶ Κώνσταντος τὸ γ Αὐγούστων, ἐπαγομένων γ.

---

Documentary Papyri, P.Abinn.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.abinn.
