# P.Abinn. 6

Documentary Papyri, P.Abinn., P.Abinn. 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-abinn/6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-abinn/6

τῷ ἀγαπητῷ ἀδελφῷ Ἀμεννέῳ ἄπα Μειός ἐν κυρίῳ χαίρειν. εὐχαριστῶ τῷ θεῷ περὶ τῆς ὑμῶν ὁλοκληρίας ἵνα ῥύσει σε ἀπὸ λ… σαι…αριου. οἴδαμεν τὸ σπουδαῖον σου καὶ τὴν ἀγάπην σου εἰς ἡμᾶς· διὰ τὸν θεὸν ταῦτα ποιεῖς, καὶ ἐγὼ εὔχομαι αὐτῷ ἵνα ἀνταποδώσει σοι τὴν ἀγάπην ἣν ποιεῖς· διʼ αὐτοῦ γὰρ ποιεῖς. ἔπειτα γράψω σοι, ἄδελφε· ἤκουσα γὰρ ὅτι κεῖται εἰς τὰ σίγνα λίνα· εἰ δύνατόν ἐστιν ἀπόστειλόν μοι αὐτὰ ὀλίγας ἡμέπας, ἐπειδὴ τὰ δορκάδια ἀφανίζουσιν τὰ σπόριμα. εἰ δὲ οὐκ ἔχεις εἰς τὰ σίγνα τάχα εὑρίσκειςεἰς ἀλλαχοῦ· ἁπαξαπλῶς πέμψον μοι ὀλίγα, καὶ ἐν τάχει πέμπω σοι αὐτά, οἶδα γὰρ ὅτι ποιεῖς πλέον ὧν εἴρηκά σοι. ἔπεμψά σοι δέρμα ὑένας διὰ Σαίρεως· ἀσπάζομαι πάντας τοὺς ἐν τῇ οἰκίᾳ κατʼ ὄνομα. ὁ κύρῑος ὁ θεὸς διαφυλάξῃ σε. ἄπα Μιῶς. ἐρρῶσθαί σε ἐν κυρίῳ.

---

Documentary Papyri, P.Abinn.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.abinn.
