# P.Abinn. 63.2.35-63.3.51

Documentary Papyri, P.Abinn., 63.2.35 to 63.3.51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-abinn/63.2.35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-abinn/63.2.35

Flavius Gennadius vir perfectissimus iuridicus Alexandreae dixit: ὁ κουράτωρ ἀπαντήσας οὐ κωλυθήσεται τούτοις χρήσασθαι τοῖς λόγοις οἷσπερ καὶ σὺ νῦν λέγεις, εἴ γε ἀληθῆ ἐστιν τὰ παρὰ σοῦ εἰρημένα. Curus dixit: ἵνα μὴ ὁ παῖς ὑπαναπεισθεὶς ὑπὸ τοῦ ἀντιδίκου δοκοίη περιγραφήν τινα ὑπομένειν, τοῦτο γὰρ σπουδάζει, μηδεμίαν καινοτομίαν γίγνεσθαι ἀπόντος τοῦ κουράτορος· ἑτοῖμος γάρ ἐστιν ἡ ἀδελφὴ χορηγήσειν Διονυσίῳ καὶ τὸ μέρος τοῦ ἄρτου καὶ τὸ στεγανόμιον τὸ ἐπιβάλλον. Flavius Gennadius vir perfectissimus iuridicus Alexandreae dixit: τέως καθʼ ἃ ἐπηγγείλατο Νόννα σπουδασάτω τὴν χορηγίαν τοῦ τε ἡμίσεως ἄρτου, ἔτι γε μὴν καὶ τοῦ στεγανομίου Διονυσίῳ ἀμέμπτως παρέχειν· εἰ γὰρ καὶ ἂν πρός τι βραχὺ τῆς χορηγίας τούτων παραμελήσειεν, δυνήσεται πρόσοδον ποιησάμενος τῷ δικαστηρίῳ Διονύσιος τῆς ὀφειλομένης αὐτῷ ἐπικουρίας τυχεῖν. Gennadius dixit: πότε προσάγιόν φησιν; ἡμεῖς γὰρ οὐδὲ ἴσμεν ὅλως τοιοῦτόν τι πεπραγμένον ὁποῖον διατείνεται, κουράτορα ἐσχηκέναι τὸν καὶ ἐρρωμένον τὴν διάνοιαν καὶ ἑστῶτα καὶ ἀπαίτησιν ποιούμενον τῶν αὐτῷ διαφερόντων. Curus dixit: ἐπειδὴ ἐν τῷ Ἀρσινοείτῃ ἐστὶν εἴσω τεσσαράκοντα ἡμερῶν προσάγομεν ἐκεῖνον. Flavius Gennadius vir perfectissimus iuridicus Alexandreae dixit: εἰ μὴ εἴσω τῶν τεσσαράκοντα ἡμερῶν τὸν λεγόμενον εἶναι κουράτορα Διονυσίου προσαγάγοι Νόννα τῷ δικαστηρίῳ ἢ αὐτὸς διʼ ἑαυτοῦ παρὼν ἐπιδείξειεν ἑαυτὸν κουράτορα σὺν νόμῳ αὐτοῦ γεγενῆσθαι ἐνταχθείη τε τὸ δικαστήριον αὖθις ὑπὸ Διονυσίου τότε προσταχθήσεται καὶ ἡ νομὴ ὑπὸ Νόννας τοῦ ἡμίσεως τοῦ ἄρτου καὶ τοῦ τετάρτου τῆς δωρεᾶς ἔτι γε μὴν καὶ τοῦ τετάρτου μέρους του γε αὐλυδρίου καὶ τῆς ἀποθήκης Διονυσίῳ ἀποκατασταθῆναι. exemplum.

---

Documentary Papyri, P.Abinn.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.abinn.
