# P.Abinn. 7

Documentary Papyri, P.Abinn., P.Abinn. 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-abinn/7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-abinn/7

τῷ ἀγαπητῶ καὶ ἀληθῶς ἀδελφῷ Ἀβιννέῳ ἄπα Μῖς ἐν κυρίῳ χαίρειν. εὐχαριστοῦμεν τῷ Θεῷ περὶ τῆς ὁλοκληρίας καὶ τῆς σπουδῆς σου ἵνα περισσεύῃ τὸ φόβος τοῦ θεοῦ ἐν σοί, διὰ τὸ φόβος γὰρ πάντα γίνεται. καλινενξαρι οὖν γραφόμεθά σοι διὰ τὴν καλήν σου πρᾶξιν, ἵνα περισσεύῃ ἡ ἀγάπη σου καὶ τοσοιλο… τοχοι ἀληθῶς, Ἀβιννέας, κατὰ πάντα τρόπον. γραφόμεθά σοι, ἀγαποῦμεν τὸ θέλημα τῆς ψυχῆς σου· ἐθέλω γὰρ ἀπαντῆσαί σοι, ἐπειδὴ ἀνάγκη πρὸς μὲ ἦλθε καὶ ἐσπούδασα, ἦλθα εὔξω. ἐξήτασα οὖν περὶ σοῦ καὶ ἤκουσα ὅτι εἰς τὰ μέρη τοῦ Ἀνδρομάχιδος, καὶ πάλιν ἤκουσα ὅτι ἀνῆλθεν εἰς τὰ κατώτερα καὶ διὰ τὰς χρείας τὰς ἔγραψά σοι ὅτι διὰ ταῦτα ἄπα Ἰσίων· μὴ ἀμελήσῃς νῦν. ἔδωκα οὖν Μαξίμῳ σπάθια τέσσαρα δοθῆναί σοι, καὶ δύο τῷ Πλᾶς καὶ ἓν τῷ Κέρον καὶ οὐχ εὗρες ἐπεὶ Ἑρμᾶς εἰς Διονυσιάδα, εἰ μὴ ἐδίδου σοι ἄλλα. ἄρτι γὰρ διαβλεπόμεθα πέμψαι αὐτὰ, καὶ εἴ τινα συνηθείαν ποιήσει γράψον μοι, καὶ διὰ τὰ μικκὰ ζ…να ποίησον αὐτὰ γενέσθαι, καὶ πέμψον ἐμοὶ πάντα. οἶδα γὰρ ὅτι ἐὰν δῷς αὐτοῖς τὴν ἐξουσίαν τὰ …θη…ινα γίνεται. μὴ ἀμελήσῃς ποιεῖν γενέσθαι ἃ γραφόμεθά σοι πᾶν ὡς καὶ τι…αυ… ἀσπάζομαι τὰ παιδία καὶ πάντας τοὺς σοῦ. Ἀβιννέῳ παρὰ ἄπα Μιῶς

---

Documentary Papyri, P.Abinn.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.abinn.
