# P.Achm. 8

Documentary Papyri, P.Achm., P.Achm. 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-achm/8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-achm/8

ἱερ…ξει… ἐπι… μιᾶς . Κλαύδιος Διόγνητος ἐπίτροπος Σεβαστοῦ διαδεχόμενος τὴν ἀρχιερωσύνην στρατηγῷ Πανοπολίτου χαίρειν. ἀντίγραφα ἐπιστολῶν δύο γραφεισῶν μοι ὑπὸ Σατουρνίνου ταβουλαρίου τῆς ἀρχιερωσύνης περὶ Πεκύσιος Ψενθερμούθου ἱερέως διαγράψαντος τιμὴν στολιστείας ἐν δραχμαῖς ρ καὶ πρὸς καὶ Ἁρεμίφιος Σισόιτος ἱερέως διαγράψαντος τιμὴν ἑτέρας στολιστείας ἐν δραχμαῖς ἑκατὸν καὶ πρός, Μητιόχῳ οἰκονόμῳ τοῦ κυρίου ἡμῶν θειοτάτου Αὐτοκράτορος Σεουήρου Περτίνακος τούτοις ὑπέταξά μου τοῖς γράμμασιν. σὺ φρόντισον σὺν τῷ βασιλικῷ γραμματεῖ τὰς τάξεις προκηρῦξαι, καὶ ἐὰν μηδεὶς πλέον δῷ, παραδοῦναι αὐτοῖς μὴ μέντοι ἐλάττονος τῆς συντιμήσεως, μηδὲ τῆς ἄλλοτε εἰσενεχθείσης ὑπὲρ τῶν τάξεων τιμῆς. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ε Παχὼν κθ καὶ ὑπετάγησαν αἱ τοῦ ταβουλαρίου ἐπιστολαὶ ἐπὶ τοῦ ε ἔτους Παχὼν κθ. ἑτέρας. Κλαύδιος Διόγνητος ἐπίτροπος … … Καθύτην … ὡς εἰσαγγελέντα α…τα πρὸς τὴν δίκην … πολλὰς προθεσμίας εἰληφότα. ἐπεὶ οὖν καὶ παρʼ ἐμοὶ κηρυχθεὶς ὁ Καθύτης οὐχ ὑπήκουσεν, ἀπεφηνάμην τῆς ἀπειθείας αὐτὸν εἰσενέγκειν διακόσια πεντήκοντα δηνάρια. σὺ φρόντισον καὶ εἰσπρᾶξαι αὐτὸν τὸ πρόστιμον καὶ ἐλθεῖν ἐπαναγκάσαι, καὶ γὰρ ἐπιδούς μοι βιβλίδιον καὶ τυχὼν ὑπογραφῆς ὥστε ἐντυχεῖν μοι δικάζοντι οὐδὲ οὕτως ἐνέτυχεν. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ε Παχὼν βη. ἕως τούτου τῆς ἐπιστολῆς τὸ ἀντίγραφον. …θην ἐν τῷ προγεγρῳ Πετενῖφι Ἁτρῆτος ἱερεῖ τὸ διὰ τῆς ἐπιστολῆς δηλούμενον ἀνάλωμα τοῦ προστίμου δραχμαὶ Α προσδιαγραφόμενα δραχμαὶ ξβ τριώβολον γίνονται δραχμαὶ Αξβ τριώβολον. ἀπολογισμὸς Διονυσίου στρατηγοῦ κολλήματος λη ϛ ε στρα ε κολλήματος κγ ὧν τὸ κατʼ εἶδος πρόκειται δραχμαὶ Αψν προσδιαγραφόμενα δραχμαὶ ρθ διώβολον χαλκοῖ 2 γίνονται δραχμαὶ Αωνθ διώβολον χαλκοῖ 2 ὧν εἰσὶν αἱ εξες ἀνάλωμα τοῦ προστίμου δραχμαὶ ψν προσδιαγραφόμενα δραχμαὶ μϛ πεντώβολον χαλκοῖ 2 … αἱ λοιπαὶ …α

---

Documentary Papyri, P.Achm.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.achm.
