# P.Adl. G15

Documentary Papyri, P.Adl., P.Adl. 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-adl/G15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-adl/G15

ἔτους ιε … ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐδάνεισεν Ὧρος Ὥρου Ὥρωι Νεχούτου ὡς ἐτῶν ν μέσος μελίχρως ὑποκλαστὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὖς ἀριστερὸν τετρημένον πυροῦ ἀρτάβας τεσσαράκοντα ἓξ κριθῆς ἑξήκοντα ἐννέα , ἴσους ἀτόκους, ὧν ἀπόδοσιν ποιησάτω ἐν μηνὶ Παχὼν τοῦ αὐτοῦ ιε ἔτους, καὶ ἀποτεισάτω ἑκάστης ἀρτάβης πυροῦ ἧς ἐὰν μὴ ἀποδῶι χαλκοῦ δραχμὰς δισχιλίας τετρακοσίας , κριθῆς χιλίας τετρακοσίας , καὶ ἑβδόμην μερίδα τῶν γενημάτων πάντων· τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος Ὥρωι ἐν μηνὶ Παχὼν τοῦ αὐτοῦ ἔτους καθαρὸν ἀπὸ παντὸς καὶ ἀποκαθεσταμένον εἰς οἶκον ἐν τοῖς πεδίοις ἰδίοις ἀνηλώμασι μέτρῳ ᾧ καὶ παρείληφεν· ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῷ ὡρισμένῳ χρόνωι ἢ μὴ ποιῇ καθὰ γέγραπται ἀποτεισάτω ἐν τῷ ἐχομένωι μηνὶ παραχρῆμα ἡμιόλιον ἢ τὴν ἐσομένην ἐν τῇ ἀγορᾶι τιμήν, καὶ ἡ πρᾶξις ἔστω Ὥρῳ ἐκ τοῦ δεδανεισμένου καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν καὶ ἐξ οὗ ἂν αἵρηται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων πράσσοντι καθάπερ ἐκ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἐδάνεισεν Ὧρος Ὥρου Ὥρωι Νεχούτου.

---

Documentary Papyri, P.Adl.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.adl.
