# P.Alex. Giss. 5

Documentary Papyri, P.Alex. Giss., P.Alex. 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-alex-giss/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-alex-giss/5

Αὐρηλίῳ Ἑρμίᾳ τῷ καὶ Ἀπολλωνίῳ νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος γενομένῳ στρατηγῷ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων βουλευτῇ καὶ ὡς χρηματίζει. παρὰ …ιτος Πωλίωνος μητρὸς Θεναπύγχεως ἀπὸ κώμης …ος. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἃ προεῖχον ἐν μισθώσει πρόβατα ἑκατὸν δέκα δύο αἶγας τριάκοντα εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος μηνὸς Φαμενώθ, φόρου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον τῶν … προβάτων ἀργυρίου δραχμῶν χιλίων καὶ ὑπὲρ ἐπιγονῆς κατʼ ἔτος ἀπὸ τοῦ ἐνεστῶτος κγ ἔτους ὁμοίως τοῖς ἑκατὸν πρόβασι …εξ α… πάντων κατʼ ἔτος δερμάτων αἰγῶν τελείων …β… δέκα τεσσάρων καὶ δώσω τῷ εὐσχήμονι … τοῖς ε…ασι πόκους τελείους εἴκοσι , λαμβάνοντός μου …μης ἑκάστου ἀργυρίου δραχμὰς δέκα δύο , καὶ τὸν κατʼ ἔτος φόρον ἀποδώσω ἐν προθεσμίαις ἰσομερέσι τρῖσι διὰ τετραμήνου …τα α…τρις ἐμαυτῷ παρεχόμενος …του…να… καὶ τὴν …π… …ιου ὄντων πρὸς τὸν εὐσχήμονα, τῶν δὲ … παντων ὄντων πρὸς ἐμὲ τὸν … παραδώσω τὰ πρόβατα τελεῖα ἀθάνατα … τετυχηκότα τῆς ἴσης ἐπιμελείας καὶ φροντίδος … ἐὰν φαίνηται μισθῶσαι, μένοντός σοι … ὀφείλω φόρου μνῶν δύο — … ου Νείλου τοῦ καὶ Ἰσχυρίωνος … — ἔτους κγ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ μεγίστου Βρεττανικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Μεχεὶρ κζ

---

Documentary Papyri, P.Alex. Giss.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.alex.giss.
