# P.Amh. 2 152

Documentary Papyri, P.Amh. 2, P.Amh. 2 152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-amh-2/152
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-amh-2/152

ἐδεξάμην τὰ γράμματα τῆς σῆς …ης διαθέσεως καὶ πάνυ ἐχάρην γνοὺς ἐξ αὐτῶν τὰ περὶ τῆς ταύτης …ε…ς εἰρήσθω ὑγίας. περὶ δὲ τῆς λοιπάδος τῆς κριθῆς καθὼς γράψαι κατηξίωσεν ἀπηλλάγημεν τοῦ θεοῦ συνεργήσαντος. ἔμεινεν μὲν τὸ πρῶτον λέγων Σαμβᾶς ὁ ὑποδέκτης ὅτι οὐκ ἐδεξάμην εἰς λόγον τῆς κριθῆς εἰ μὴ ἕνα χρύσινον, ὕστερον δὲ ἀπέλυσεν τὸ ὑπόλοιπον τῆς κριθῆς ἀπὸ Φοιβάμμωνος τοῦ υἱοῦ Ἀπφῦ τοῦ σιτομέτρου. ἤδη δὲ καὶ ἄλλοτε γεγράφηκα αὐτῇ περὶ τοῦ σίτου ὅτι ἀπηλλάγη ὁ κοινὸς πατὴρ Ποῦσις τὰ πάντω …τ…ρ…ας. εἶπεν ὁ αὐτὸς κοινὸς πατὴρ Ποῦσις ὅτι …ονομ… ἐπειδὴ Νόννα ἡ ἀδελφὴ Συμεῶνος ἡ θυγάτηρ … Εὐφημίας ἡ γαμήσασα τὸν υἱὸν Θαμουλ… ἡ μένουσα μετὰ Ἡραείδος τῆς μητρὸς …λ… ὡς οὐκ ἀγνοῶ εἰ ἔχει φανερὰ κέλλια …π… δορωφηξ. πᾶσα μὲν ἡ αὐλὴ α… τοῦ ἀδελφοῦ αὐτῆς ἐστιν, ἔχει δὲ ἡ αὐλὴ κέλλια ἓξ καὶ … ἐνδυμενείαν Νόννα ἡ ἀπὸ Ταλεὶ τὰ πάντα ἀπὸ κληρονομίας μητρικῆς. ἔτι δὲ περιόντος τοῦ πατρὸς αὐτῆς ἐνταῦθα καὶ τοῦ ἀδελφοῦ αὐτῆς διεμερίσαντο πρὸς ἑαυτοὺς, ἔλαχεν δὲ ὁ πατὴρ ἀπὸ τῆς αὐτῆς μητρικῆς κληρονομίας εἰς τὴν αὐτὴν ἔπαυλιν ἀπὸ δίκης, ὡς λέγει, κέλλια δύο , ὡς εἶναι τὰ ὑπόλοιπα τέσσαρα κέλλια, ἃ ἐμερίσαντο Νόννα καὶ Συμεών· ἐποίησαν δὲ καὶ ὁμολογίαν πρὸς ἀλλήλους. θέλει πωλῆσαι τὰ δύο κέλλια αὑτῆς ἡ αὐτὴ Νόννα ὡς στενωθεῖσά τινι στρατιώτῃ τῶν ξένων, ἐκώλυσα δὲ αὐτὴν λέγων ἐπειδὴ

---

Documentary Papyri, P.Amh. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.amh;2.
