# P.Amh. 2 68.r.14-28

Documentary Papyri, P.Amh. 2, 68.r.14 to 68.r.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-amh-2/68.r.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-amh-2/68.r.14

Τιβέριος Κλαύδιος στρατηγὸς Ἑρμοπολίτου Ἀλεξάνδρῳ καὶ τοῖς γραμματεῦσι τοῦ νομοῦ χαίρειν. τοῦ ἐπιδοθέντος μοι ἀναφορίου ὑπὸ Διοσκόρου τοῦ …ου βουλομένου ὠνήσασθαι ἀπὸ χέρσου σιτοφόρου εἰς σιτοφόρον περὶ κώμην Ταπτῆριν τοῦ Λευκοπυργίτου κάτω ἐκ τοῦ …υ κλήρου ἄρουραι ἓξ καὶ ἐκ τοῦ Ἀλεξάνδρου περὶ τὴν αὐτὴν ἄρουραι τέσσαρες γίνονται ἄρουραι ι, τὸ ἀντίγραφον ὑμῖν ὑποτέτακται. ὅπως οὖν τὸ ἀκόλουθον τούτῳ γίνηται ὡς καθήκει. ἔτους ἕκτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι … Τιβέριος Κλαύδιος στρατηγὸς σεσημείωμαι. Τιβερίῳ Κλαυδίῳ στρατηγῷ Ἑρμοπολίτου τοῦ ὑπὲρ Μέμφιν παρὰ Διοσκόρου τοῦ … τῶν ἀπὸ Ἑρμοῦ πόλεως τοῦ αὐτοῦ νομοῦ Ἑρμοπολίτου τοῦ ὑπὲρ μέμφιν. βούλομαι ὠνήσασθαι ἐκ τοῦ δημοσίου … ἀνειλημμένων καὶ ἀφόρων …των γεγονότων … ολ… τοῦ τρίτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος … ἐκ τοῦ … κλήρου περὶ Ταπτῆριν τοῦ Λευκοπυργίτου κάτω ἀπὸ χέρσου σιτοφόρου εἰς σιτοφόρον ἀρούρας ἓξ καὶ ἐκ τοῦ Ἀλεξάνδρου κλήρου ὁμοίως περὶ τὴν αὐτὴν ἀρούρας τέσσαρας γίνονται ἄρουραι ι, ἐφʼ ὧι παραδειχθεὶς ταύτας διαγράψω ἐπὶ τὴν ἐπὶ τῶν τόπων δημοσίαν τράπεζαν τὴν κελευσθεῖσαν τιμὴν ὑπὸ Λουκίου Ἰουλίου Οὐηστείνου τοῦ ἡγεμόνος ἑκάστης ἀρούρης ἀργυρίου δραχμὰς εἴκοσι , ἕξω δὲ εἰς τὴν τούτων ἀναγωγὴν καὶ κατεργασίαν ἀτέλειαν ἔτη τρία ἀπὸ τοῦ εἰσιόντος ζ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μεθʼ ἃ τελέσω τῆς ἐν σπόρῳ φανησομένης ἑκάστης ἀρούρης πυροῦ ἀρτάβην μίαν καὶ τὸ ναύβιον πρὸς ἕτερον δὲ οὐδὲν ἁπλῶς παρενοχληθήσομαι, μενεῖ δʼ ἐμοὶ καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταπαραλημψομένοις ἡ τούτων κράτησις κυρία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον, ἐὰν οὖν φαίνηται ἐπιστεῖλαι οἷς καθήκει ἕκαστα ἐπιτέλλειν ὃν τρόπον ἁρμόζει. διευτύχει. ἐπισκοποῦντες ἐξ ὧν ἀνήνεγκε Διονᾶς κωμογραμματεὺς Ταπτήρεως εὑρίσκομεν ἀπὸ τοῦ καθήκοντος ὑπολόγου καὶ συνκεχωρημένου εἰς πρᾶσιν ἐξ οὗ οὐδὲν τὸ καθόλον εἰς ἀπαίτησιν ἦκται τῶι ἐνεστῶτι ϛ ἔτει καὶ αὐτοῦ τοῦ ϛ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος κεχερσευκότων ἐκ τοῦ Ἐπ…υ ἄρουραι ἕξ , ἀρχόμεναι νότου γύου μετὰ σχοινία δέκα λιβὸς ὅριον νότου σχοινίον α 𐅵 δ η, βορρᾶ τὸ ἴσον, ἀπηλιώτου ἓν ἥμισυ , λιβὸς τὸ ἴσον γίνονται ἄρουραι β 𐅵 δ ιϛ, βορρᾶ καὶ λιβὸς ὅριον ἐχόμεναι μετὰ σχοινία ἀπὸ νότου γύου τέταρτον βορρᾶ ἓν , λιβὸς καὶ ἀπηλιώτου ἓν γίνεται 𐅵 η, ἐχόμεναι λιβὸς ὅριον νότου ἕν , βορρᾶ 𐅵 δ , ἀπηλιώτου γ, λιβὸς ιγ γίνονται ἄρουραι β 𐅵 η γίνονται ἄρουραι ϛ ιϛ, ὧν ὑπολόγου ιϛ, καταλείπονται ἄρουραι ϛ, ὧν γείτονες λιβὸς ὅριον τὸ αὐτό, ἀπηλιώτου Γαίου Νωρβανοῦ, νότου τῶν ἀνα…ετ οὐσι… ἀπὸ τοῦ κλήρου …

---

Documentary Papyri, P.Amh. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.amh;2.
