# P.Amh. 2 85

Documentary Papyri, P.Amh. 2, P.Amh. 2 85. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-amh-2/85
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-amh-2/85

Ἑρμαίωι Ἀπολλωνίου Φιλοκλαυδίωι τῶι καὶ Ἀλθαιεῖ ἐξηγητῆι Ἑρμοπολίτου παρὰ Ἀπολλωνίου τοῦ Ἀμμωνίου καὶ Ὡρίωνος τοῦ Ὡρίωνος Ἑρμοπολιτῶν. βουλόμεθα ἑκουσίως μισθώσασθαι εἰς ἔτη πέντε ἀπὸ τοῦ ἐνεστῶτος δεκάτου ἔτους Οὐεσπασιανοῦ τοῦ κυρίου τὰ καταλελειμμένα πάντα καθʼ ὁνδηποτοῦν τρόπον τοῖς αὐτοῦ υἱοῖς ὀρφανοῖς ὑπὸ Σαραπίωνος Κάστορος ἀπὸ Κουσσῶν καὶ ὅσα ἄλλα ἐὰν ἐφεύρωμεν ἐπʼ ὀνόματος τῶν υἱῶν ὀρφανῶν αὐτοῦ Σαραπίωνος φόρου κατʼ ἔτος χωρὶς τῆς κατʼ ἄρουραν ἀρταβείας καὶ ναυβίου ἀργυρίου δραχμὰς ἑξακοσίας . ἐὰν δέ τι ἄλλο ἐὰν ἀπαιτηθῶμεν ἢ ἐκπραχθῶμεν χωρὶς τῆς κατʼ ἄρουραν ἀρταβείας καὶ ναυβίου παραδεχθήσεται ἡμῖν ἀπὸ τοῦ προκειμένου φόρου. τὸν δὲ φόρον ἀποδώσομεν ἐξενίαυτα ἐν μηνὶ Φαῶφι οἷς ἐὰν σὺ ὁ ἐξηγητὴς ἐπιστείλῃς, ἐὰν δέ τις ἄβροχος γένηται ἢ καὶ ποταμοφόρητος ἢ ὕφαμμος ἢ κατεξυσμένη γένηται ἀπὸ τοῦ εἰσίοντος ἑνδεκάτου ἔτους παραδεχθήσεται ἡμῖν ἀπὸ τοῦ προκειμένου φόρου κατὰ τὸ ἀνάλογον, ἐὰν φαίνηται προτεθῆναι τῆσδε τῆς μισθώσεως ἀντίγραφον ἐπὶ τὰς καθηκούσας ἡμέρας δέκα ὅπως μηδενὸς προσαγαγόντος ἐπίθεμα μένηι ἡμῖν μίσθωσις βεβαία ἐπὶ τὸν πένταετῆ χρόνον ἀμεθεστάτοις. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαμενὼθ κγ. Ὡρίων Ὡρίωνος ἐπιδέδωκα. Ἀπολλώνιος Ἀμμωνίου συνεπιδέδωκα καθὼς πρόκειται. χου… μίσθωσις Ἀπολλωνίου Ἀμμωνίου εχ

---

Documentary Papyri, P.Amh. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.amh;2.
