# P.Amh. 2 90

Documentary Papyri, P.Amh. 2, P.Amh. 2 90. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-amh-2/90
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-amh-2/90

… … βουλόμεθα μισθώσασθαι ἐξ ἀλληληλενγύης τὰς ὑπαρχούσας σοι περὶ κώμην Θεαδελφίαν κλήρου κατοικικοῦ ἀρούρας ὀκτὼ ἢ ὅσαι ἐὰν ὦσι ἐν α σφραγῖδι εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος κγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, ἐκφορίου τοῦ παντὸς ἀσπερμεὶ τῷ μὲν πρώτῳ ἔτει πυροῦ ἀρταβῶν τριάκοντα δύο τῷ δὲ δευτέρῳ ἔτει ὁμοίως πυροῦ ἀρταβῶν τεσσαράκοντα καὶ θαλλοῦ κατʼ ἔτος ὁμοίως πυροῦ ἀρτάβης μιᾶς πάντων μέτρῳ δρόμωι τετραχοινίκῳ ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἐπιτελέσομεν τὰ κατʼ ἔτος ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου σπείροντες τῷ ἐσχάτῳ ἔτει τὸ μὲν ἥμισυ μέρος πυρῷ τὸ δὲ λοιπὸν ἥμισυ μέρος χόρτῳ εἰς κοπήν, καὶ τὰ κατʼ ἔτος ἐκφόρια ἀποδώσομεν αἰεὶ ἐν μηνὶ Παῦνι ἐν τῇ κώμῃ, τῶν ὑπὲρ τῶν ἀρουρῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ ὄντων πρὸς ἡμᾶς τοὺς μισθωτὰς τῶν δʼ ἄλλων δημοσίων πάντων ὄντων πρὸς σὲ τὴν Διδεῖν. καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης, ἐὰν φαίνηται μισθῶσαι. Διδεῖς ἡ καὶ Πτολλαροῦς Πτολεμαίου διὰ Ἡρακλείδου φροντιστοῦ μεμίσθωκα ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαῶφι κε.

---

Documentary Papyri, P.Amh. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.amh;2.
