# P.Ammon 1 3.4.20-3.5.20

Documentary Papyri, P.Ammon 1, 3.4.20 to 3.5.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ammon-1/3.4.20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ammon-1/3.4.20

λαμβάνω τῶι παιδὶ τὴν τάξιν· καὶ οὐδεὶς ἄλλος φανήσεται ἐν Πανὸς πόλει προφήτης Ὡρίωνος ἀποθανόντος εἰ μὴ ὁ παῖς Ὡρίωνος· μαθέτωσαν οὖν τὴν ἑαυτῶν τύχην ἐκεῖνοι οἱ θεοῖς ἐχθροί· καὶ γὰρ ἔλαβεν παρʼ ἐμοῦ τὰ ἴσα τῶν γραμμάτων τῶν βασιλικῶν τῶν περὶ τῆς προφητείας· οὐδὲν δὲ ἰσχύει πρὸς τὰ γράμματα τὰ Διοκλητιανοῦ· ἐγὼ δὲ τέως αὐτὸς παρὰ τοῦ ἀρχιερέως λαμβάνω τὸ μέρος κατὰ τὰ γράμματα τὰ Διοκλητιανοῦ καὶ ἤδη λαμβάνω· αὐτὸς γάρ μοι ὁ ἀρχιερεὺς προσέπεμψεν μετανοήσας διότι καὶ ἐχύλωσεν προστάτου τὸν χρόνον …ν δὲ καὶ αὐτὸς φοβηθεὶς τὰ γράμματα τὰ βασιλικὰ προσδοκᾷ οὐδ… ἐὰν θεὸς θέληι ἐμοῦ μ… παρουσίαν με…π… καὶ τοῦ ἀδελφοῦ ἀφιξομένου τοῦ κ… εχ…υκε…α…ντες· ε… τὴν δὲ σοὶ ἐπιστολὴν … φείσασθαι …ασι…ν ἀποδ…η… … ἀναγκαίου …λη… …εχων δ…ιον… …τα…α…ι κα… …α…μιν ο… …ει…αν … μεν…ει… …το… αὐτοῦ …ι…κα…εις … …ω γραψ… ὅτι ὑγιῆ κλα…θ…τηδ… … χρεία ε… ως ἀναβάντος …οδ…στη… ἔγραψας δέ μοι ὦ μῆτερ ἐν ταῖς αὐταῖς … ἐπιστολαῖς ὅτι σα… ἀνήλωσα τῶν πατρῴων· ε…ελει τῶν α… οὐδὲν γὰρ ἴδιον ἄνθρωπος ἔχει …α…η…· καὶ αὐτὴ … ὅτε βούλεται … καὶ ἀφαιρεῖται πάλιν· ἐάν τις εὐλαβηθῇ τὰ πατρῷα …, οὐ πάντως εὐτυχεῖ εἰς ὅλον τὸν βίον· οὐδὲ ὁ μὴ σῴζων ταῦτα πάντως ἄπορος γίνεται εἰς τὸν βίον σύμπαντα ἀλλὰ καὶ πολλοὶ μηδὲν ἐκ τῶν πατρῴων παραλαβόντες ηὐτύχησαν καὶ εὐπορώτατοι ἐν τῶι βίωι γεγόνασιν· ὥστε οὐ πάντως λυποῦμαι διότι ἀπώλεσά τινα τῶν πατρῴων· οὐδʼ ἐὰν εἴπῃς ὅτι σοὶ ἀποδώσω ταῦτα παρηγορεῖς με ἐν τούτωι· ἀλλὰ μόνον μοι γίνοιτο ἰδεῖν σέ γε καὶ πάντα ἔχω· γένοιτό με ἐν τῆι οἰκίαι τῆι ἐμῆι εὑρεθῆναι ἔτι καὶ οὐδὲν ἀπώλεσα· εὐτυχῶ πάντα καὶ ηὐδαιμόνησα ἐὰν εὐρωστοῦσάν σε εὕρω· τοῦτο γὰρ ἀεὶ εὔχομαι ὦ μῆτερ, μαρτυροῦσιν οἱ θεοὶ οἱ τὰ πάντα ὁρῶντες· αὕτη μοι μόνη ἡ …τη ἐλπίς· τοῦτό μοι μέγιστον εὐτύχημα ἐὰν ὑγιαίνουσαν τὴν μητέρα εὕρω ἐπιδημήσας τῆι πατρίδι· διὰ σὲ παρὰ τῆς πατρίδος ἀπεδήμησα· διὰ σὲ καὶ τὴν οἰκίαν μου πάνυ κατελθεῖν ἐζήτησα καὶ ζητῶ· τοῦτο δέ μόνον σε ὑπομιμνήσκω, ὦ μῆτερ· ἐπεὶ ἄλλα αὐτὸς ἔκαμνον εἰς τὸν λάκκον ὅτι σχεδὸν διὰ τὴν ἐμὴν ἐπιμέλειαν ἀνάγκη φροντίζεσθαι ὡς μὴ τοὺς ἡμετέρους καρποὺς παραλάβωσι

---

Documentary Papyri, P.Ammon 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ammon;1.
