# P.Apoll. 45

Documentary Papyri, P.Apoll., P.Apoll. 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-apoll/45
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-apoll/45

… ἄδελφε, τοὺς κόπους καὶ τὰς κεφαλαργίας τῆς πόλεως ταύτης χωρι… …ν καὶ τὸν κλαυθμὸν τῶν ἐμβαλομένων εἰς τὸ καράβιον καὶ τουτ… … ἐξ ὅτε ἦλθεν ἐνταῦθα Βάρωχ ὁ ἐνδοξότατος καὶ ὁ Κῦρις Ἰωάννης ὁ νοτάριος ἕως τῆς ὥρας …εύξασθαι· παρεκράτησα γὰρ τὸν Κῦριν Ὠριγένην ἐνταῦθα, νομίζων αὐτὸν ἀπολύσασθαι …ευρεθῆναι, καὶ προσκυνήσω ὑμᾶς. πρὸς ὃ καὶ πρὸ πράγματος ἔγραψα ὑμῖν, καὶ πρὸς ὃ ἂν …ης παρʼ ἡμῶν λοιπάδος, μόγις ηὗρον μικρὴν ἄνεσιν· ἐπειδὴ οὖν ἐδεξάμην τινὰς … καὶ χρεία ἐστὶ ἵνα προσκυνήσω τοὺς δεσπότας μου καὶ συντύχω αὐτοῖς· καὶ ἐπὶ τοῦ παρόντος …θῆναι ἕως τῆς πόλεως καὶ προσκυνηθῆναι ἀπὸ τῆς κοινῆς ἀδελφῆς καὶ τέκνων … ἵνα ἐπιτύχω τοῦ ἐσπουδασμένου· ἀλλὰ προγράψατέ μοι διὰ ἱπποκόμου ὑμῶν ἵνα Θεοῦ κελεύοντος …ουν ὁδεύσω περὶ τὸ κροῦσμα καὶ ἀπαντήσω ὑμᾶς. διὰ γὰρ τοῦ Θεοῦ τὰ δημόσια … τοῦ πρεσβυτέρου μανίᾳ ὑμῶν ὡς ἐγράψατε. περὶ γὰρ τοῦ Κύρου Ὠριγένους …αγγέλλω ὑμῖν, εἴ τι κελεύετε, ποιῶ· ἠνάγκασα γὰρ αὐτὸν μεῖναι ἕως ὅτε δέξωμαι …του· εἰς τοὺς κόπους μου γὰρ εὑρέθη καὶ οὐκ εἰς ἄνεσιν. ἀλλὰ ναί, δέσποτά μου, πόσα τε … τὴν μικρὴν ταύτην ἄνεσιν ὅπως ἀσπαζόμεθα ἀλλήλους. τὸ αὐτὸ γὰρ ποιεῖ … τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελφῷ Παπᾷ τῷ μεγίστῳ κόμετι πολιτευομένῳ καὶ παγάρχῳ Πεσύνθιος

---

Documentary Papyri, P.Apoll.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.apoll.
