# p.babatha 11

Documentary Papyri, p.babatha, p.babatha 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha/11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-babatha/11

ἐπὶ ὑπάτων Μανείου Ἀκειλίου Γλαβρίωνος καὶ Τορκουάτου Θηβανιανοῦ πρὸ μιᾶς νωνῶν Μαίων ἐν Ἐνγαδοῖς κώμῃ κυρίου Καίσαρος, Ἰούδας Ἐλαζάρου Χθουσίωνος Ἐνγαδηνὸς Μαγωνίῳ Οὐάλεντι ἑκατοντάρχῳ σπείρης πρώτης μιλιαρίας Θρᾳκῶν χαίρειν· ὁμολογῶ ἔχειν καὶ ὀφείλειν σοι ἐν δάνει ἀργυρίου Τυρίου δηνάρια ἑξήκοντα, οἵ εἰσιν στατῆρες δεκαπέντε, ἐπὶ ὑποθήκῃ τῇ ὑπαρχούσῃ αὐλῇ Ἐλαζάρῳ Χθουσίωνι πατρί μου ἧς ἔχω ἐπιτροπὴν ὑποτιθέναι καὶ ἐγμισθοῦν παρὰ τοῦ αὐτοῦ Ἐλαζάρου, ἧς αὐλῆς γείτονες ἀπὸ ἀνατολῶν σκηναὶ καὶ Ἰησοῦς Μανδρῶνος, δύσεως σκηναὶ καὶ ἐργαστήριον τοῦ αὐτοῦ Ἐλαζάρου πατρός μου, νότου ἀγορὰ καὶ Σίμων Μαθθαίου, βορρᾶ ὁδὸς καὶ πραισίδιον, ὃ ἀργύριον ἀποδώσω σοι καλάνδαις Ἰανουαρίαις τοῦ αὐτοῦ ἔτους, τὸν δὲ τόκον χορηγήσω σοι τοῦ αὐτοῦ ἀργυρίου κατὰ μῆνα ὡς τῶν ρ δηναρίων δηνάριον ἕν, καὶ ἐάν σοι μὴ ἀποδώσω τῇ ὡρισμένῃ προθεσμίᾳ καθὼς προγέγραπται τὸ δίκαιον ἔσται σοι κτᾶσθαι χρᾶσθαι πωλεῖν διοικεῖν τὴν αὐτὴν ὑποθήκην χωρὶς … καὶ ἡ πρᾶξις ἔσται σοι καὶ τῷ παρά σου καὶ ἄλλῳ παντί τῷ διά σου ἢ ὑπέρ σου κυρίως τοῦτο τὸ γράμμα προφέροντι, ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντῃ πάντων ὧν κέκτημαι καὶ ὧν ἐὰν ἐπικτήσωμαι, πράσσοντι κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ὁ πράσσων. … ἐπὶ ὑπάτων Μανείου Ἀκειλίου Γλαβρίωνος καὶ Τορκουάτου Θηβανιανοῦ πρὸ μιᾶς νωνῶν Μαίων ἐν Ἐνγαδοῖς κώμῃ κυρίου Καίσαρος, Ἰούδας Ἐλαζάρου Χθουσίωνος Ἐνγαδηνὸς Μαγωνίῳ Οὐάλεντι ἑκατοντάρχῳ σπείρης πρώτης μιλιαρίας Θρᾳκῶν χαίρειν· ὁμολογῶ ἔχειν καὶ ὀφείλειν σοι ἐν δάνει ἀργυρίου Τυρίου δηνάρια ἑξήκοντα, οἵ εἰσιν στατῆρες δεκαπέντε, ἐπὶ ὑποθήκῃ τῇ ὑπαρχούσῃ αὐλῇ ἐν Ἐνγαδοῖς Ἐλαζάρῳ Χθουσίωνι πατρί μου ἧς ἔχω ἐπιτροπὴν ὑποτιθέναι καὶ ἐγμισθοῦν παρὰ τοῦ αὐτοῦ Ἐλαζάρου, ἧς αὐλῆς γείτονες ἀπὸ ἀνατολῶν σκηναὶ καὶ Ἰησοῦς Μανδρῶνος, δύσεως σκηναὶ καὶ ἐργαστήριον τοῦ αὐτοῦ Ἐλαζάρου πατρός μου, νότου ἀγορὰ καὶ Σίμων Μαθθαίου, βορρᾶ ὁδὸς καὶ πραισίδιον, ὃ ἀργύριον ἀποδώσω σοι καλάνδαις Ἰανουαρίαις τῷ αὐτῷ ἔτει τῆς αὐτῆς ὑπατείας, τὸν δὲ τόκον χορηγήσω σοι τοῦ αὐτοῦ ἀργυρίου κατὰ μῆνα ὡς τῶν ἑκατὸν δηνάριων δηνάριον ἕν κατὰ μῆνα. ἐὰν δέ σοι μὴ ἀποδώσω τῇ ὡρισμένῃ προθεσμίᾳ καθὼς προγέγραπται τὸ δίκαιον ἔσται σοι κτᾶσθαι χρᾶσθαι πωλεῖν διοικεῖν τὴν αὐτὴν ὑποθήκην χωρὶς …ς, καὶ ἡ πρᾶξις ἔσται σοι καὶ τῷ παρά σου καὶ ἄλλῳ παντὶ τῷ διά σου ἢ ὑπέρ σου κυρίως τοῦτο τὸ γράμμα προφέροντι, ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν Ἐλαζάρου πατρός μου ὑπαρχόντων πάντῃ πάντων, ὧν κεκτήμεθα καὶ ὧν ἐὰν ἐπικτησώμεθα, πράσσοντι κυρίως, τρόπῳ ὧν ἂν αἱρῆται ὁ πράσσων, κυρίας τῆς μισθώσεως ἧς σοι …υ ἐμίσθωσα. ἑρμηνεία· Ἰούδας Ἐλαζάρου Χθουσίωνος τὰ α…μην… … ὑπέθηκα ἀκολούθως τοῖς προγεγραμμένοις. ἐγράφη διὰ Ἰουστείνου. Γαῖος Ἰούλιος Προκλῆς Καλλαῖος Ἰωάνου μάρτυς Ὠνήσιμος Ἰαν…ου μάρτυς Ἰωάνης …υ μάρτυς Ἰώσηπος Σαει…ου μάρτυς Σίμων Σίμωνος μάρτυς Θεώδορος υἱὸς Μ…ίου μάρτυς

---

Documentary Papyri, p.babatha. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.babatha.
