# p.babatha 16

Documentary Papyri, p.babatha, p.babatha 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-babatha/16

ἐγγεγραμμένον καὶ ἀντιβεβλημένον ἀντίγραφον πιττακίου ἀπογραφῆς προκειμένης ἐν τῇ ἐνθάδε βασιλικῇ, καὶ ἔστιν ὡς ὑποτέτακται. ἐγγεγραμμένον καὶ ἀντιβεβλημένον ἀντίγραφον πιττακίου ἀπογραφῆς προκειμένης ἐν τῇ ἐνθάδε βασιλικῇ, καὶ ἔστιν ὡς ὑποτέτακται· ἐπὶ Αὐτοκράτορος Καίσαρος θεοῦ Τραιανοῦ Παρθικοῦ υἱοῦ θεοῦ Νέρουα υἱωνοῦ Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ ἀρχιερέως μεγίστου δημαρχικῆς ἐξουσίας τὸ δωδέκατον ὑπάτου τὸ τρίτον, ἐπὶ ὑπάτων Μάρκου Γαουίου Γαλλικανοῦ καὶ Τίτου Ἀτειλίου Ῥούφου Τιτιανοῦ πρὸ τεσσάρων νωνῶν Δεκεμβρίων, κατὰ δὲ τὸν τῆς νέας ἐπαρχείας Ἀραβίας ἀριθμὸν ἔτους δευτέρου εἰκοστοῦ μηνὸς Ἀπελλαίου ἑκκαιδεκάτῃ ἐν Ῥαββαθμωβοις πόλει. ἀποτιμήσεως Ἀραβίας ἀγομένης ὑπὸ Τίτου Ἀνεινίου Σεξτίου Φλωρεντείνου πρεσβευτοῦ Σεβαστοῦ ἀντιστρατήγου, Βαβθα Σίμωνος Μαωζηνὴ τῆς Ζοαρηνῆς περιμέτρου Πέτρας, οἰκοῦσα ἐν ἰδίοις ἐν αὐτῇ Μαωζᾳ, ἀπογράφομαι ἃ κέκτημαι, συνπαρόντος μοι ἐπιτρόπου Ἰουδάνου Ἐλαζάρου κώμης Ἐνγαδῶν περὶ Ἱερειχοῦντα τῆς Ἰουδαίας οἰκοῦντος ἐν ἰδίοις ἐν αὐτῇ Μαωζᾳ· κῆπον φοινικῶνος ἐν ὁρίοις Μαωζων λεγόμενον Αλγιφιαμμα σπόρου κριθῆς σάτου ἑνὸς κάβων τριῶν τελοῦντα φοίνικος συρίου καὶ μίγματος σάτα δεκαπέντε πατητοῦ σάτα δέκα στεφανικοῦ μέλαν ἓν λεπτὰ τριάκοντα γείτονες ὁδὸς καὶ θάλασσα, κῆπον φοινικῶνος ἐν ὁρίοις Μαωζων λεγόμενον Αλγιφιαμμα σπόρου κριθῆς κάβου ἑνὸς τελοῦντα τῶν γεινομένων κατʼ ἔτος καρπῶν μέρος ἥμισυ γείτονες μοσχαντικὴ κυρίου Καίσαρος καὶ θάλασσα, κῆπον φοινικῶνος ἐν ὁρίοις Μαωζων λεγόμενον Βαγαλγαλὰ σπόρου κριθῆς σάτων τριῶν τελοῦντα φοίνικος συρίου καὶ νοαρου κόρον ἕνα πατητοῦ κόρον ἕνα στεφανικοῦ μελαίνας τρεῖς λεπτὰ τριάκοντα γείτονες κληρονόμοι Θησαίου Σαβακα καὶ Ἰαμιτ Μανθανθου, κῆπον φοινικῶνος ἐν ὁρίοις Μαωζων λεγόμενον Βηθφααραια σπόρου κριθῆς σάτων εἴκοσι τελοῦντα φοίνικος συρίου καὶ νοαρου κόρους τρεῖς πατητοῦ κόρους δύο στεφανικοῦ μελαίνας ὀκτὼ λεπτὰ τεσσαράκοντα πέντε γείτονες Θαμαρὴ Θαμοῦ καὶ ὁδός. ἑρμηνεία ὑπογραφῆς· Βαβθα Σίμωνος ὄμνυμι τύχην κυρίου Καίσαρος καλῇ πίστει ἀπογεγράφθαι ὡς προγέγραπται. Ἰουδάνης Ἐλαζάρου ἐπετρόπευσα καὶ ἔγραψα ὑπὲρ αὐτῆς. ἑρμηνεία ὑπογραφῆς τοῦ ἐπάρχου· Πρεῖσκος ἔπαρχος ἱππέων ἐδεξάμην τῇ πρὸ μιᾶς νωνῶν Δεκεμβρίων ὑπατείας Γαλλικανοῦ καὶ Τιτιανοῦ. …

---

Documentary Papyri, p.babatha. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.babatha.
