# p.babatha 19

Documentary Papyri, p.babatha, p.babatha 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-babatha/19

… καλανδῶν Μαίων … … ἥμισυ … … διαθετῶν, νότου ἀγορά, βορρᾶ …αι ταύτην καὶ ἄλλην … διαθήκην κυ… σκάπτειν βαθύνειν …παραγγείλῃ Σελαμψιοῦς τῷ αὐτῷ Ἰούδατι τευχίσει αὐτὴν διὰ δημοσίων. … …πασι οις αι… …η… ἐπὶ ὑπάτων Πουβλίου Μετειλίου Νέπωτος τὸ δεύτερον καὶ Μάρκου Ἀννίου Λίβωνος πρὸ ἑκκαίδεκα καλανδῶν Μαίων, κατὰ τὸν ἀριθμὸν τῆς νέας ἐπαρχείας ἔτους τρίτου εἰκοστοῦ Ξανδικοῦ ἕκτῃ καὶ εἰκάδι, ἐν Μαωζᾳ τῆς περὶ Ζοαρα, διέθετο Ἰούδας Ἐλαζάρου Χθουσίωνος Ἐνγαδηνὸς οἰκῶν ἐν Μαωζᾳ Σελαμψιοῦς θυγατρὶ πάντα τὰ ὑπάρχοντα αὐτῷ ἐν Ἐνγαδοῖς ἥμισυ αὐλῆς …ραν …ναγωγ…νη…νοτο…ν ἥμισυ οἰκημάτων καὶ ὑπερῴων ἐνόντων χωρὶς αὐλῆς μικκῆς παλαιᾶς ἐγγὺς τῆς αὐτῆς αὐλῆς, καὶ τὸ ἄλλο ἥμισυ τῆς αὐλῆς καὶ οἰκημάτων διέθετο … Ἰούδας τῇ αὐτῇ Σελαμψιοῦς μετὰ τὸ αὐτὸν τελευτῆσαι, ὧν γείτονες τῆς αὐλῆς καὶ οἰκημάτων ἀνατολῶν Ἰησοῦ Μαδδαρωνα καὶ εὐρύχωρον, δυσμῶν ὁ διαθετῶν, νότου ἀγορά, βορρᾶ ὁδός, περὶ δὲ πλάνης γειτνιῶν οὐ μεθέξει Σελαμψιοῦς, σὺν εἰσόδοις καὶ ἐξόδοις, πλίνθοις, δόκωσει, θυρίοις, θυρίσι, καὶ τοῖς ἐνοῦσι παντοίοις, ὥστε ἔχειν τὴν προγεγραμμένην Σελαμψιοῦς τὸ ἥμισυ τῆς προγεγραμμένης αὐλῆς καὶ οἰκημάτων ἀπὸ τῆς σήμερον καὶ τὸ ἄλλο ἥμισυ μετὰ τὸ τελευτῆσαι τοῦ αὐτοῦ Ἰούδα κυρίως καὶ βεβαίως εἰς τὸν ἅπαντα χρόνον, οἰκοδομεῖν, ὑπεραίρειν, ὑψοῦν, σκάπτειν, βαθύνειν, κτᾶσθαι, χρᾶσθαι, πωλεῖν, διοικεῖν, τρόπῳ ᾧ ἂν αἱρῆται, πάντα κύρια καὶ βέβαια. ὅταν δὲ παραγγείλῃ Σελαμψιοῦς τῷ αὐτῷ Ἰούδατι, τευχίσει αὐτὴν διὰ δημοσίων. … …ας Σίμωνος ἔγραψα. … Σουμαῖος Κα…αβαίου μάρτυς …

---

Documentary Papyri, p.babatha. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.babatha.
