# p.babatha 21

Documentary Papyri, p.babatha, p.babatha 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha/21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-babatha/21

ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Τραιανοῦ Ἁδριανοῦ Καίσαρος Σεβαστοῦ, ἐπὶ ὑπάτων Μάρκου Φλαουίου Ἄπρου καὶ Κοείντου Φαβίου Κατυλλίνου πρὸ τριῶν εἰδῶν Σεπτεμβρίων, κατὰ τὸν ἀριθμὸν τῆς νέας ἐπαρχίας Ἀραβίας ἔτους πέμπτου καὶ εἰκοστοῦ Γορπιαίου τετάρτῃ καὶ εἰκάδι, ἐν Μαωζᾳ περιμέτρῳ Ζοορων, Σίμων Ἰησούου Ἀνανίου Βαβαθᾳ Σίμωνος, ἀμφότεροι οἰκοῦντες ἐν Μαωζᾳ, χαίρειν· ὁμολογῶ ἠγορακέναι παρά σου καρπίαν φοινικῶνος κήπων Ἰούδου Χθουσίωνος ἀνδρός σου ἀπογενομένου ἐν Μαωζᾳ λεγόμεναι γανναθ Φερωρα καὶ γανναθ Νικαρκος καὶ ἡ τρίτη λεγομένη τοῦ Μολχαίου, ἃ κατέχεις, ὡς λέγεις, ἀντὶ τῆς σῆς προικὸς καὶ ὀφειλῆς. εἰς τὸν προγεγραμμένον ἐνιαυτὸν τελέσω σοι εἰς τοὺς αὐτοὺς κήπους πατητοῦ πρώτου καὶ δευτέρου τάλαντα τεσσαράκοντα δύο καὶ συροῦ καὶ νααρου κόρους δύο σάτα πέντε , στάνων σοι αὐτὰ ἐν τῇ οἰκίᾳ σου ζυγῷ Μαωζας ὁμοίως μετρῶν σοι ἐν τῇ οἰκίᾳ σου μέτρῳ Μαωζας διὰ ἐγγύου καὶ ἀναδόχου Σαμμοῦος Μαναήου τῆς αὐτῆς Μαωζας. καὶ εἴ τι ἂν περισσευθῇ εἰς τοὺς προγεγραμμένους κήπους, φοίνικα λήψομαι εἰς ἐμαυτὸν ἀντὶ τῶν ἐμῶν κόπων καὶ ἀναλωμάτων. ἐὰν δὲ μὴ ἀπαρτίσω σοι τὸν προγεγραμμένον φοίνικα τῷ καιρῷ τῶν ψυγμῶν, δώσω σοι ἑνὶ ἑκάστῳ ταλάντῳ δηνάρια δύο καὶ συρίου καὶ νααρου μέλαναν μίαν . ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου ἢ παρὰ τοῦ ἐγγύου μου, παρʼ οὗ ἂν βουληθῇ ὁ πράσσων ἤτε διʼ αὐτοῦ ἢ ὑπὲρ αὐτοῦ, ἔσται ἡ πρᾶξις αὐτοῦ κυρία πανταχοῦ, πίστεως ἐπηρωτημένης καὶ ἀνθωμολογημένης. … ἐγράφη διὰ Γερμανοῦ λιβραρίου. …

---

Documentary Papyri, p.babatha. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.babatha.
