# p.babatha 22

Documentary Papyri, p.babatha, p.babatha 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-babatha/22
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-babatha/22

ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Τραιανοῦ Ἁδριανοῦ Καίσαρος Σεβαστοῦ, ἐπὶ ὑπάτων Μάρκου Φλαουίου Ἄπρου καὶ Κοείντου Φαβίου Κατυλλίνου πρὸ τριῶν εἰδῶν Σεπτεμβρίων , κατὰ τὸν ἀριθμὸν τῆς νέας ἐπαρχίας Ἀραβίας ἔτους πέμπτου καὶ εἰκοστοῦ Γορπιαίου τετάρτῃ καὶ εἰκάδι, ἐν Μαωζᾳ περιμέτρῳ Ζοορων, Βαβαθας Σίμωνος Σίμωνι Ἰησούου Ἀνανίου, ἀμφότεροι οἰκοῦντες ἐν Μαωζᾳ χαίρειν· ὁμολογῶ πεπρακέναι σοι καρπίαν φοινικῶνος κήπων …ε… Ἰούδου Χθουσίωνος ἀνδρός μου ἀπογενομένου ἐν Μαωζᾳ, κατέχω αὐτὰ ἀντὶ τῆς προικός μου καὶ ὀφειλῆς, λεγόμεναι γανναθ Φερωρα καὶ γανναθ Νικαρκος καὶ ἡ τρίτη τοῦ Μολχαίου εἰς τὸ ἐνεστὸς ἔτος, σοῦ τελοῦντός μοι εἰς τὸν προγεγραμμένον ἐνιαυτὸν εἰς τοὺς αὐτοὺς κήπους πατητοῦ πρώτου καὶ δευτέρου τάλαντα τεσσαράκοντα δύο στανόντός σου αὐτὰ ἐν τῇ οἰκίᾳ μου ζύγῳ Μαωζας τῷ καιρῷ τῶν ψυγμῶν ἔτι δὲ καὶ συροῦ καὶ νααρου κοβαλεύοντος αὐτὰ εἰς τὴν οἰκίαν μου κόρους δύο σάτα πέντε μέτρῳ Μαωζας. ἐὰν δὲ μὴ τελέσῃς μοι τὸν προγεγραμμένον φοίνικα, πᾶν καθὼς προγέγραπται, δώσεις μοι ἑνὶ ἑκάστῳ ταλάντῳ δηνάρια δύο καὶ συροῦ καὶ νααρου μέλαναν μίαν , ἐμοῦ καθαροποιούσης σοι τοὺς προγεγραμμένους κήπους ἀπὸ παντὸς ἀντιποιουμένου. ἐὰν δέ τίς σοι ἀντιποιήσῃ τοῦ ἀγοράσματος καὶ μὴ σταθεῖσα κυριοποιήσω σοι καθὼς προγέγραπται, ἔσομαί σοι ὀφείλουσα ἀντὶ τῶν σῶν κόπων καὶ ἀναλωμάτων ἀργυρίου δηνάρια εἴκοσι κατὰ μηδὲν ἀντιλέγουσα. καὶ εἴ τι ἂν περισσευθῇ εἰς τοὺς προγεγραμμένους κήπους, φοίνικα τοῦ Ἰούδου …μον… λήμψει εἰς σεαυτὸν ἀντὶ τῶν σῶν κόπων καὶ ἀναλωμάτων. διὰ ἐπιτρόπου αὐτῆς καὶ ὑπογράφοντος Ἰωάνου Μαχχουθα τῆς αὐτῆς Μαωζας, πίστεως ἐπηρωτημένης καὶ ἀνθωμολογημένης. ἐπιγραφή· ἔτι δέ. … ἐγράφη διὰ Γερμανοῦ λιβραρίου. …

---

Documentary Papyri, p.babatha. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.babatha.
