# P.Bacch. 19

Documentary Papyri, P.Bacch., P.Bacch. 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-bacch/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-bacch/19

Ποτάμωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πετεύριος Πετεύριος καὶ Σισόιτος Ὀρσενούφεως καὶ τῶν λοιπῶν ἱερέων ἱεροῦ τοῦ ὄντος ἐν κώμῃ Βακχιάδι. ἐπεὶ ἔθος ἡμῖν ἐστιν ἄγεσθαι εἰς χωματικὰ ἔργα οὐκ ἐν ἄλλοις τόποις, εἰ μόνον ἐν διώρυγι Πατσώντεως λεγομένῃ ἀφʼ ἧς τά τε περὶ τὴν κώμην ἐδάφη ὑδρεύεται καὶ εἰς τὰ ὑδροστάσια τὰ ὑπʼ αὐτῇ κατέρχεται, νῦν δὲ ὁ ὑπὸ τοῦ αἰγιαλοφύλακος κατασταθεὶς ἐκβολεὺς βιάζεται ἡμᾶς παρὰ τὸ ἔθος ἐν ἄλλοις τόποις μακρόθεν τῆς κώμης ἐργάζεσθαι, ἀξιοῦμεν ἐὰν σοὶ δόξῃ κελεῦσαι αὐτὸν ἀποστῆναι τῆς καθʼ ἡμῶν ἐπηρείας εἰς τὸ δύνασθαι ἡμᾶς ἐν τοῖς συνήθεσι τόποις ἐργαζομένους πλησιάζουσι τῇ κώμῃ καθʼ ἑκάστην ἡμέραν τὰς τῶν θεῶν θρησκείας ποιεῖσθαι γινομένας ὑπέρ τε διαμονῆς τοῦ κυρίου ἡμῶν αὐτοκράτορος Αὐρηλίου Ἀντωνίνου Καίσαρος καὶ τοῦ ἱερωτάτου Νείλου τελείας ἀναβάσεως ἵνʼ ὦμεν βεβοηθημένοι. Πετεῦρις ἐτῶν μ ἄσημος Σισόις ἐτῶν λε ἄσημος ἔτους ια Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παῦνι κ

---

Documentary Papyri, P.Bacch.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.bacch.
