# P.Bacch. 21

Documentary Papyri, P.Bacch., P.Bacch. 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-bacch/21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-bacch/21

Φλαυίῳ Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Σισόειτος Ὀρσενούφεως καὶ Ὥρου Πετεύρεως καὶ Πετεύρεως Πετεύρεως τῶν γ σὺν ἑτέροις ἱερεῦσι ἱεροῦ λογίμου Σοκνοβραίσεως κώμης Βακχιάδος. οὗ παρεκομίσαμέν σοι βιβλιδίου ἐπὶ ὑπογραφῆς τοῦ κρατίστου ἀρχιερέως τὸ ἀντίγραφον ὑπόκειται. ἀξιοῦμεν ἀκόλουθα τῇ ὑπογραφῇ κελεῦσαί σε τὰ δίκαια ἡμῖν φυλαχθῆναι. ἔτους ιη Αὐρηλίων Ἀντωνείνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων Μεσορὴ ιδ. ὑπετάχθη τὸ ὑποκείμενον βιβλίδιον. ἔστι δὲ καὶ τοῦ ἐπιστολίου τὸ ἀντίγραφον· Φλαύιος Ἀπολλώνιος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος τῷ φιλτάτῳ χαίρειν. τοῦ ἐπενεχθέντος μοι ἐπὶ σφραγίσματος βιβλιδίου ἐπὶ ὑπογραφῆς Οὐλπίου Σερηνιανοῦ τοῦ κρατίστου ἀρχιερέως ἐξ ὀνόματος ἱερέων καὶ παστοφόρων κώμης Βακχιάδος ἀξιούντων μὴ ἄγεσθαι σωματικῶς ἐπὶ τὴν τῶν χωμάτων ἀπεργασίαν τὸ ἀντίγραφον φυλαχθήτω …ται δ… …μαῖος ὑπηρέτης μετέλαβον ἀξίωμα …ω οὕτως· Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Σισόειτος Ὀρσενούφεως καὶ Ὥρου Πετεύρεως καὶ Πετεύρεως Πετεύρεως τῶν γ ἱερέων σὺν ἑτέροις θεοῦ Σοκνοβραίσεως κώμης Βακχιάδος. οὗ ἀνετείναμεν τῷ κρατίστῳ ἀρχιερεῖ Οὐλπίῳ Σερηνιανῷ βιβλιδίου παρακειμένων δικαιωμάτων τινῶν καὶ ἐπισταλέντων σοὶ ὑπὸ τοῦ τοῦ νομοῦ στρατηγοῦ ἀντίγραφον ὑπετάξαμεν ὅπως ὑπεξαιρεθῶμεν τοῦ σωματικῶς ἀπεργάζεσθαι εἰς τὰ χωματικὰ ἔργα. ὑπετάξαμεν δὲ καὶ ἀντίγραφον ἐπιστολίου τοῦ γραφέντος ὑπὸ Ποτάμωνος στρατηγοῦ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου Σεραπίωνι αἰγιαλοφύλακι περὶ ἡμῶν καὶ τὸ κατʼ ἄνδρα ἡμῶν ἄνδρες ιε ἀφῆλιξ α ὑπετάχθη ταῦτα τὰ ἐξ ἀρχῆς πραχθέντα καὶ ἐπιστόλιον τὸ ἐπισταλὲν Σεραπίωνι αἰγιαλοφύλακι ὑπὸ Ποτάμωνος τοῦ στρατηγοῦ καὶ τὸ κατʼ ἄνδρα πάντων ἡμῶν.

---

Documentary Papyri, P.Bacch.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.bacch.
