# P.Bacch. 5

Documentary Papyri, P.Bacch., P.Bacch. 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-bacch/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-bacch/5

… παρὰ Πετεύρεως Πετεύρεως πρεσβυτέρου ἱερέων Σοκνοβραίσεως θεοῦ μεγάλου μεγάλου κώμης Βακχιάδος. γραφὴ ἱερέων καὶ χειρισμοῦ τοῦ ἐνεστῶτος κη ἔτους. ἔστι δὲ τῶν μὲν ἐν τῷ ἱερῷ Σοκνοβραίσιος ναὸς ξύλινος περικεχρυσωμένος καὶ Πνεφερῶτος ναὸς περικεχρυσωμένος· λυχνίαι χαλκαῖ σαλπιγγωταὶ ιε· θυμιατήριον χαλκοῦν α· ποτήρια χαλκᾶ ι· σαλπίγγιον χαλκοῦν α· κανόνια ξύλινα β ἔχοντα φύλλα χαλκᾶ ζ· δίσκοι ξύλινοι β περικεχρυσωμένοι· χαλκίον χαλκοῦν α. ἔστι δὲ καὶ τῶν ἱερέων τῶν κατʼ ἄνδρα πάντων ἐπικεκριμένων ἐπὶ δραχμαῖς ιβ καὶ διαγραψάντων τὸ εἰσκριτικόν· Πετεῦρις Πετεύρεως τοῦ Μύσθου πρεσβύτερος ἐτῶν μγ Σισόις Ὀρσενούφεως ἐτῶν μδ Πετεῦρις Μύσθου ἐτῶν … Ἀμμώνιος Πετεύρεως ἐτῶν μδ Ὀρσενοῦφις Ὥρου ἐτῶν λθ Ἀμμώνιος Ὀννώφρεως ἐτῶν με Θοῦλις Ὀρσενούφεως ἐτῶν λδ Πετεῦρις Ὥρου ἐτῶν λϛ Μύσθης Πετεύρεως ἐτῶν λδ Ἱερανοῦπις Πετεύρεως ἐτῶν κθ Ὀρσενοῦφις Ὥρου τοῦ Πετεύρεως ἐτῶν κβ Ἀμμώνιος Ὥρου ἐτῶν κ Θοῦλις Πετεύρεως ἐτῶν ιζ Ὧρος Ἀμμωνίου ἐτῶν ιγ Πετεῦρις Μύσθου ἐτῶν ιγ Ὀννῶφρις Ὥρου ἱερεὺς Ἴσιδος ἐτῶν κα Πετεῦρις ἐτῶν μγ ἔτους κη Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐπαγομένων δ.

---

Documentary Papyri, P.Bacch.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.bacch.
