# P.Bad. 4 95.10.211-95.11.249

Documentary Papyri, P.Bad. 4, 95.10.211 to 95.11.249. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-bad-4/95.10.211
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-bad-4/95.10.211

… εἰς τὴν λοῦσιν τῆς Μακαρίας … … ὑπὲρ κηδίας τῆς Μακαρίας … ἀγράφων τοῦ ἐπιοφύλακος Θαλμόου … ἀγράφων ὑπὲρ μισθοῦ πλινθουργῶν Θαλμόου — νόμισμα α … ἀγράφων ὑπὲρ ἀναβολῆς τοῦ χώματος τῶν νεοφύτων Κενεμβάτου … ἀγράφων ὑπὲρ τιμῆς πλίνθων τοῦ λάκκου τοῦ πωμαρίου Κενεμβάτου … ἀγράφων ὑπὲρ τιμῆς λιναρίων τῆς κύρας κεράτια δ … ὑπὲρ τιμῆς …ων διὰ Ταυρίνου νοταρίου νομίσματα ζ κεράτιον α 𐅵 ἀγράφων ὑπὲρ τιμῆς ἐχύσεως τοῦ χωρίου Ἄρωνος κεράτια ϛ ὑπὲρ τιμῆς σχυνικίτης τοῦ ἐλαιουργίου Θαλμόου — κεράτια ϛ ἀγράφων Ἰερημίᾳ οἰκοδόμῳ ὑπὲρ διαφόρων κτισμάτων νόμισμα α παρὰ ϛ ἀγράφων ὑπὲρ Ζμει τοῦ ὀργάνου Παύλου σα 𐅷 Κῆλ ἀπὸ Τελβώνθεως κεράτια ε ἀγράφων τῷ οἰκοδόμῳ ἐπαύλεως Ἀλίτη γεωργῷ κεράτια ε ἀγράφων ὑπὲρ ἀνακαταςτάσεως τοῦ λάκκου Ἄρωνος νόμισμα α δ παρὰ ζ 𐅵 ἀγράφων ὑπὲρ μισθοῦ κεκλαδ τοῦ γεωργίου Λουσιμάχου κεράτια η ἀγράφων ὑπὲρ ἐργατῶν τοῦ λάκκου Ἄρωνος νόμισμα α παρὰ δ ἀγράφων ὑπὲρ φορέτρων εἰς μεταφορὰν οἴνου Θαλμοῦ νόμισμα α παρὰ ϛ ἀγράφων ὑπὲρ μισθοῦ οἰκοδόμου τοῦ λάκκου Ἄρωνος κεράτια θ ἀγράφων ὑπὲρ τιμῆς σφυρίδων δ κεράτιου 𐅵 ἀγράφων ὑπὲρ διαδόσεως τοῦ Μηνᾶ τῆς Μακαρίας νόμισμα α 𐅷 παρὰ ι ἀγράφων ὑπὲρ διαδόσεως τῶν κενεολ τῆς αὐτῆς κεράτια λβ ἀγράφων ὑπὲρ τῆς λογιστείας ὑπὲρ τοῦ μερισμοῦ Ἑλλαδίου νομίσματα β παρὰ ϛ ἀγράφων ὑπὲρ τιμῆς καλαμίας Θαλμόου ἀρταβῶν η η νομίσματα ια παρὰ ξϛ ἀγράφων ὑπὲρ τιμῆς καλαμίας τοπίου Ἄρωνος καλουμένου η νόμισμα α παρὰ ϛ ἀγράφων ὑπὲρ τιμῆς κούφων Θαλμόου Βωξθ καὶ Μενχ Αϡνβ νομίσματα ια παρὰ ξϛ ἀγράφων τιμῆς κούφων Ἄρωνος Μικροῦ ὑπὲρ Μελιστίονος π νόμισμα α παρὰ β ἀγράφων ὑπὲρ σίτου ἀρταβῶν διαφόρων κτημάτων σίτου ἀρταβῶν κθ 𐅵 κεράτια ιδ 𐅵 δ ἀγράφων ἐξ ἐπιτροπῆς τῆς μακαρίας Θεοδώρας εἰς οἰκοδομίαν τοῦ αὐτῆς Φοιβάμμωνος νομίσματα β παρὰ ιβ ἐξοδιασμοῦ τῆς κύρας Χοιὰκ κϛ νομίσματα η κεράτια κ ἐξοδιασμοῦ τῆς αὐτῆς Μεχεὶρ ϛ νομίσματα ιε εὔσταθμα γίνεται νομίσματα πδ 𐅵 γινόμενα παρὰ σϙγ 𐅵 κεράτια ριη 𐅵 δ, καθαρὰ νομίσματα οζ κεράτια ιε … νομίσματα γ παρὰ ιη … νόμισμα α 𐅵 παρὰ θ … κεράτια ιβ …κ… νομίσματα γ κεράτια κα καθαρά Παύλου νοίσματα μα κεράτια γ δ Βασιλείδου νομίσματα οζ κεράτια ιε δ γίνεται ὁμοῦ νομίσματα ρκβ κεράτια αε 𐅵, ἀνθʼ ὧν λήμματα νομισμάτων σκβ κερατίων ιϛ, λοιπάδες νομίσματα ρ κεράτιου 𐅵.

---

Documentary Papyri, P.Bad. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.bad;4.
