# P.Bad. 4 95.20.436-95.21.470

Documentary Papyri, P.Bad. 4, 95.20.436 to 95.21.470. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-bad-4/95.20.436
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-bad-4/95.20.436

ὑπὲρ δημοσίου Ἑρμουπόλεως καθαροῦ ἀρτάβαι ρδ 𐅷 ἀθλάστου σίτου ἀρτάβαι ριγ ὑπὲρ δημοσίου τῆς κτήσεως διὰ τοῦ ἀπαιτητοῦ σιτικῶν σίτου ἀρτάβαι ρη γ τῇ θυρουρῷ Κενεμβάτου σίτου ἀρτάβαι β κούφων τῆς καλαμίας Κενεμβάτου σίτου ἀρτάβαι β 𐅵 βρεβίων τῶν παίδων σίτου ἀρτάβαι πβ, κριθῆς ἀρτάβαι κζ 𐅵 Ἄμα Μαρίᾳ τροφῷ ἐλαίου ξέσται ιβ, σίτου ἀρτάβαι ι γίνεται σίτου ἀρτάβαι τιζ 𐅵 γ, ἀνθʼ ὧν λήμματα ἀρταβῶν φξε, λοιπάδες σίτου ἀρτάβαι σμζ ϛ κριθῆς ἀρτάβαι κζ 𐅵, ἀνθʼ ὧν λήμματα ἀρταβῶν γ, πλεόνασμα κδ 𐅵, ἐλαίου ξέσται ιβ ἐκουφίσθη ἡ κριθὴ καὶ ἔλαιον ἀπὸ τοῦ χρυσικοῦ λόγου τῆς ι ἰνδικτίονος. ἀναλώματα χρυσικὰ τῆς προσόδου τῆς Μακαρίας μετὰ τὸν λόγον τῆς Προτάμου δωρεᾶς οὕτως· ὑπὲρ δημοσίου κτήσεως Ἑρμουπόλεως νομίσματα ιγ παρὰ α 𐅵 δ ναύλου τῶν ἀρταβῶν ρδ 𐅷 καθαρὸν νόμισμα α κεράτιον α δ κούφων Σαραπίωνος Κενεμβάτου ὑπὲρ καλαμίας κεράτιον α δ κούφων σπέρματος Ἀκανθῶνος Κενεμβάτου κεράτια δ 𐅵 κούφων γεωργίου ἐν Ἰσιδώρου — κεράτια γ κούφων γεωργίου ἐν Πανὶτ ἀντὶ ἀρταβῶν νϛ νομίσματα ζ παρὰ λε κούφων ἐνοικίου ἐπαύλεως Ψᾶτος ἀπὸ Ἑρμουπόλεως κεράτιον α 𐅵 κούφων τοῦ ὀρνεοτρόφου η ἰνδικτίονος καὶ θ καὶ ι ἰνδικτίονος κεράτια γ ἀγράφων ὑπὲρ τιμῆς καλαμίας Κενεμβάτου νομίσματα η παρὰ μη ἀγράφων ὑπὲρ τιμῆς ὀργάνου ἐξηρτισμένου Ἰσακίου γεωργοῦ Τελβώνθεως νομίσματα ιβ παρὰ οβ ἀγράφων ὑπὲρ σιταρ σκευῶν τοῦ ὀργάνου Κενεμβάτου λίτραι δ, κεράτια β ἀγράφων ὑπὲρ τιμῆς ἀχύρου εἰς λόγον τῶν φραγμάτων Ἄρωνος κεράτια γ ἀγράφων ὑπὲρ τιμῆς ὀπτῶν πλίνθων Δεξαμενοῦ Κενεμβάτου κεράτια δ 𐅵 ἀγράφων ὑπὲρ μισθοῦ τῶν τυχόντων τῶν νεοφύτων Κενεμβάτου νόμισμα α παρὰ ϛ ἀγράφων ὑπὲρ τιμῆς ἀχύρου εἰς λόγον τῶν αὐτῶν τυχόντων νόμισμα α παρὰ ϛ ἀγράφων ὑπὲρ κούφων τοῦ τοπίου Κάστορος ἐν Τελβώνθει ἀπὸ η ἕως ια ἰνδικτίονος νομίσματα ιβ παρὰ μη ἀγράφων ὑπὲρ μισθοῦ σκυταλῶν τοῦ ὀργάνου τόπου Ν Κενεμβάτου κεράτια δ 𐅵 ἀγράφων ὑπὲρ σκυταλῶν τοπίου Κάστορος ἐν Τελβώνθει κεράτια ϛ ἀγράφων ὑπὲρ τιμῆς κεκλαδ τοῦ αὐτοῦ γεωργίου νομίσματα β παρὰ ιβ ἀγράφων ὑπὲρ τῆς διαδόσεως τοῦ ἐνιαυτοῦ τῆς Μακαρίας νόμισμα α 𐅷 παρὰ ι ὑπὲρ βεστίων τῶν παίδων νομίσματα ϛ κεράτια ιγ γίνεται νομίσματα ξδ ἔνατον ἔνατον παρὰ σλη 𐅵 δ κεράτια μζ 𐅵, καθαρὰ νομίσματα νϛ κεράτια ιϛ 𐅵 δ, ἀνθʼ ὧν λήμματα νομισμάτων ρμα κερατίων ιθ 𐅵, λοιπάδες νομίσματα πε κεράτια β 𐅵 δ

---

Documentary Papyri, P.Bad. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.bad;4.
