# P.Batav. 21

Documentary Papyri, P.Batav., P.Batav. 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-batav/21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-batav/21

τῇ κυρίᾳ μου τιμιωτάτῃ ἀδελφῇ Νόννῃ ὁ ἀδελφὸς Ἰσάκιος. πρὸ μὲν πάντων εὔχομαι τῷ παντοκράτορι θεῷ ὅπως ὑγιαίνουσα καὶ εὐθυμοῦσα μετὰ τοῦ συμβίου σου καὶ τῆς θυγατρὸς σου ἀπολάβῃς τὴν παρʼ ἐμοῦ προσηγορίαν. γιγνώσκειν σε θέλω ὅτι ἐδεξάμην τὰ γράμματά σου παρὰ Ἰωάννου τοῦ υἱοῦ Φοιβάμμωνος καὶ ἀνέγνων τὴν σὴν προσηγορίαν. ἀσπάζομαί σε οὖν κυρία μου ἀδελφὴ καὶ τὸν κύριόν μου ἀδελφὸν Πέτρον καὶ τὴν θυγατέρα σου καὶ πάντας τοὺς ἐν οἰκίᾳ κατʼ ὄνομα. ἐγὼ ἡ γραῖα ἀσπάζομαί σε κυρία μου θυγάτηρ καὶ τὸν κύριόν μου υἱὸν Πέτρον καὶ τὴν θυγατέρα σου καὶ πάντας τοὺς ἐν τῇ οἰκίᾳ κατʼ ὄνομα. ἐγὼ Ἑρμῆς ἀσπάζομαί σε κυρίαν μου καὶ τὸν κύριόν μου καὶ πάντας τοὺς ἐν τῇ οἰκίᾳ κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις ἀδελφὴ κυρία μου. ἀπόδος τὴν ἐπιστολὴν ταύτην ἐν πόλει Ὀξυρύγχων τῆι κυρίᾳ μου ἀδελφῇ παρὰ τοῦ ἀδελφοῦ αὐτῆς

---

Documentary Papyri, P.Batav.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.batav.
