# P.Batav. 6

Documentary Papyri, P.Batav., P.Batav. 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-batav/6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-batav/6

ἔτους η Μεχεὶρ β. ἀπέδοτο Ἁρκοννῆσις Φιγήριος τετάρτην μερίδα σφραγίδων β γῆς ἠπείρου ἐν τῷ Λατοπολίτῃ. ἐπρίατο Ναομσῆσις Σπεμμίνιος πυροῦ ιη. βασιλευόντων βασιλίσσης Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους η, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν ὄντων ἐν Ἀλεξανδρείαι· ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος, ἐφʼ ἱερέων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν· μηνὸς Φαῶφι κβ, ἐν Παθύρει ἐπὶ Σώσου ἀγορανόμου. ἀπέδοτο Ἁρκοννῆσις Φιγήριος Πέρσης τῶν μισθοφόρων ἱππέων ὡς ἐτῶν ν εὐμεγέθης μελάνχρως μακροπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ γῆς ἠπείρου σιτοφόρου ἐν τῇ κάτω τοπαρχίᾳ τοῦ Λατοπολίτου τετάρτης μερίδος σφραγίδων δύο , μιᾶς μὲν ἀρουρῶν η γείτονες· νότου γῆ Πασήμιος, βορρᾶ κοιλὰς Τπάχις, ἀπηλιώτου γῆ τῶν ἰβιοβόσκων, λιβὸς γῆ Πασήμιος ἀνὰ μέσον κοιλάς· ἄλλης δὲ ἀρουρῶν δύο γείτονες· νότου χῶμα, βορρᾶ γῆ Πατσάντιος, ἀπηλιώτου σκέλος τοῦ χώματος, λιβὸς κοιλάς· ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Ναομσῆσις Σπεμμίνιος Περσίνη πρὸς πυροῦ ἀρτάβας ιγ 𐅵. βεβαιωτὴς Ἁρκοννῆσις ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ναομσῆσις ἡ πριαμένη. Ἀμμώνιος ὁ παρὰ Σώσου κεχρημάτικα. ἔτους η Φαῶφι κβ. τέτακται ἐπὶ τὴν ἐν Παθύρει τράπεζαν, ἐφʼ ἧς Πατσεοῦς, θέμα δέκατον ἐνκυκλίου Ναομσῆσις Σπεμμίνιος ὠνῆς τετάρτης μερίδος γῆς σιτοφόρου ἐν τῇ κάτω τοπαρχίᾳ τοῦ Λατοπολίτου σφραγίδων β, μιᾶς μὲν ἀρουρῶν η, ἄλλης δὲ ἀρουρῶν β, ἣν ἠγόρασεν παρὰ Ἁρκοννήσιος τοῦ Φιγήριος πρὸς πυροῦ ἀρτάβας ιγ 𐅵 γίνονται χαλκοῦ τάλαντα β δραχμαὶ Δσ τέλος χαλκοῦ δραχμὰς Αχκ, οὗ ἀλλαγή, χαλκοῦ δραχμὰς Αϡν. Πατσεοῦς τραπεζίτης.

---

Documentary Papyri, P.Batav.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.batav.
