# P.Berl.Leihg. 1 1.1.1-1.2.18

Documentary Papyri, P.Berl.Leihg. 1, 1.1.1 to 1.2.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-berl-leihg-1/1.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-berl-leihg-1/1.1.1

παρὰ Ἥρωνος καὶ μετόχων σιτολόγων κώμης Θεαδελφείας. Μηνιαῖος ἐν κεφαλαίωι εἰσδοχῆς τοῦ Θὼθ μηνὸς τοῦ ἐνεστῶτος ε ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἀπὸ γενήματος τοῦ διεληλυθότος δ ἔτους. ἔστι δέ· συνήχθησαν εἰσδοχῆς τοῦ μηνὸς διοικήσεως καὶ οὐσιακῶν πυροῦ ἀρτάβαι τλδ 𐅷 κδ, κριθῆς ἀρτάβαι λη 𐅵, ὧν διαφόρου πυροῦ ἀρτάβαι β 𐅵 γ, καὶ αἱ λοιπαί, γίνονται αἱ αὐταὶ αἱ οὖσαι χειριςμοῦ Ἡλιοδώρου στρατηγοῦ, ὧν Θεαδελφείας διὰ δημοσίων γεωργῶν διοικήσεως ἐκφορίου πυροῦ ἀρτάβαι ξα 𐅵 γ η, κριθῆς ἀρτάβαι ϛ ϛ κδ προσμετρουμένων πυροῦ ἀρτάβαι η 𐅵 γ κδ, κριθῆς ἀρτάβη α 𐅵 ιβ, γίνονται πυροῦ ἀρτάβαι ο 𐅵 γ, κριθῆς ἀρτάβαι ϛ 𐅷 η, πενταρταβίας κριθῆς ἀρτάβης γ κδ, γίνονται κριθῆς ἀρτάβαι η ϛ, ἐπισπουδασμοῦ φορέτρων, δραγματηγίας καὶ σακκηγίας πυροῦ ἀρτάβαι η 𐅷, γίνονται διὰ δημοσίων γεωργῶν πυροῦ ἀρτάβαι οθ 𐅵, κριθῆς ἀρτάβαι η ϛ, καὶ διὰ κληρούχων διοικήσεως ἐκφορίου πυροῦ ἀρτάβαι δ γ, προςμετρουμένων πυροῦ ἀρτάβης 𐅷, γίνονται πυροῦ ἀρτάβαι ε, καθηκόντων διοικήσεως πυροῦ ἀρτάβαι ογ ϛ κδ, προσμετρουμένων πυροῦ ἀρτάβαι ιβ γ, γίνονται πυροῦ ἀρτάβαι πε 𐅵 κδ, ἱερατικῶν καθηκόντων πυροῦ ἀρτάβαι ιβ 𐅵 ιβ, προσμετρουμένων πυροῦ ἀρτάβαι β η, γίνονται πυροῦ ἀρτάβαι ιδ 𐅷 κδ, ἱερατικῶν ἐν ἐκφορίῳ πυροῦ ἀρτάβαι δ δ, προσμετρουμένων πυροῦ ἀρτάβης 𐅵 η, γίνονται πυροῦ ἀρτάβαι δ 𐅵 γ κδ, γίνονται πυροῦ ἀρτάβαι ρι η, τελωνικῆς ἀτελείας πυροῦ ἀρτάβης γ, γίνονται διὰ κληρούχων πυροῦ ἀρτάβαι ρι γ η, γίνονται κώμης πυροῦ ἀρτάβαι ρπθ 𐅵 γ η, κριθῆς ἀρτάβαι η ϛ, καὶ ὑπὲρ ἄλλων κωμῶν· Ἀρχελαΐδος δημοσίων διὰ τῶν ἀπὸ Θεαδελφείας διοικήσεως ἐκφορίου πυροῦ ἀρτάβαι κε ϛ κδ, προσμετρουμένων πυροῦ ἀρτάβαι γ 𐅵 η, γίνονται κώμης πυροῦ ἀρτάβαι κη 𐅵 γ, διαφόρου πυροῦ ἀρτάβης 𐅵 γ, Πολυδευκείας διὰ κληρούχων καθηκόντων διοικήσεως πυροῦ ἀρτάβαι ια 𐅷 η, προσμετρουμένων πυροῦ ἀρτάβαι β, γίνονται κώμης πυροῦ ἀρτάβαι ιγ 𐅷 η, διαφόρου πυροῦ ἀρτάβης δ, Φιλαγρίδος διὰ κληρούχων καθηκόντων διοικήσεως πυροῦ ἀρτάβαι πε ιβ, προσμετρουμένων πυροῦ ἀρτάβαι ιδ ϛ κδ, γίνονται κώμης πυροῦ ἀρτάβαι ϙθ δ κδ, διαφόρου πυροῦ ἀρτάβη α 𐅸 γίνονται ὑπὲρ ἄλλων κωμῶν πυροῦ ἀρτάβαι ρμα 𐅵 γ ιβ, διαφόρου πυροῦ ἀρτάβαι β 𐅵 γ, γίνονται σὺν διαφόρῳ πυροῦ ἀρτάβαι ρμδ 𐅸 γίνονται διοικήσεως πυροῦ ἀρτάβαι τλα 𐅵 γ κδ, κριθῆς ἀρτάβαι η ϛ διαφόρου πυροῦ ἀρτάβαι β 𐅵 γ, γίνονται σὺν διαφόρῳ πυροῦ ἀρτάβαι τλδ 𐅷 κδ, κριθῆς ἀρτάβαι η ϛ. ἔστιν ἡ διαστολὴ τοῦ μηνός·

---

Documentary Papyri, P.Berl.Leihg. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.berl.leihg;1.
