# P.Berl.Leihg. 1 2r

Documentary Papyri, P.Berl.Leihg. 1, P.Berl.Leihg. 1 2 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-berl-leihg-1/2r
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-berl-leihg-1/2r

καὶ διὰ ἄλλου, οὗ χρόνος η ἔτους Τῦβι κϛ· κτηνοτρόφοις κώμης Σόβθεως τοῦ Ἡρακλεοπολίτου νομοῦ ὑπὲρ φορέτρων ἀπεργασιῶν, ὧν ἐδηλώθησαν πεποιῆσθαι ἐπὶ τοῦ προστρατηγήσαντος Ἡλιοδώρου ἀπὸ θησαυρῶν Θεμίστου γενήματος γ ἔτους πυροῦ ἀρτάβαι κθ, δ ἔτους πυροῦ ἀρτάβαι ρξ, ε ἔτους πυροῦ ἀρτάβαι ρϙη, ϛ ἔτους πυροῦ ἀρτάβαι λγ, γίνονται πυροῦ ἀρτάβαι υκ, καὶ ἐπὶ Πτολεμαίου γεναμένου βασιλικοῦ γραμματέως Θεμίστου μερίδος διαδεξαμένου τὰ κατὰ τὴν στρατηγίαν ἀπὸ Φαρμοῦθι δ ἔτους ἕως Ἐπεὶφ ἀκολούθως τῷ ἐπισταλέντι ἐπιστάλματι ὑπὸ τοῦ Πτολεμαίου Ἡλιοδώρῳ τῷ μετʼ αὐτὸν καὶ νυνὶ ἐπενεχθέντι γενήματος β ἔτους πυροῦ ἀρτάβαι πα δ, γενήματος γ ἔτους πυροῦ ἀρτάβαι ριθ δ, γίνονται πυροῦ ἀρτάβαι σ 𐅵, γίνονται τοῦ ἐπιστάλματος πυροῦ ἀρτάβαι χκ 𐅵, καὶ διὰ ἄλλου, οὗ χρόνος η ἔτους Μεχεὶρ ια· κτηνοτρόφοις κωμῶν τοῦ Κυνοπολίτου νομοῦ διὰ τοῦ ὑπὸ αὐτῶν ἀποσυσταθέντος Σαραπίωνος Ἡλεῖ ὑπὲρ φορέτρων, ὧν ἐποιήσαντο ἀπεργασίαν ἐπὶ Ἁρποκρατίωνος ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος γενήματος γ ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Αὐτοκρατόρων πυροῦ ἀρτάβαι φνη 𐅵 γ, γίνονται τοῦ ἐπιστάλματος πυροῦ ἀρτάβαι φνη 𐅵 γ, γίνονται τῶν ἐν δαπανήμασι ἀναφερομένων πυροῦ ἀρτάβαι Εχκϛ 𐅷 η, λοιπαὶ ἐπὶ τόπων διοικήσεως καὶ οὐσιακῶν πυροῦ ἀρτάβαι μυριὰς α ϡπδ 𐅵 𐅵, κριθῆς ἀρτάβαι θ, φακοῦ ἀρτάβαι Βρξγ. ἔτους η Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων.

---

Documentary Papyri, P.Berl.Leihg. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.berl.leihg;1.
