# P.Berl.Leihg. 1 7

Documentary Papyri, P.Berl.Leihg. 1, P.Berl.Leihg. 1 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-berl-leihg-1/7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-berl-leihg-1/7

Ἁρποκρατίωνι στρατηγῶι Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Ἰσιδώρου κωμογραμματέως Λαγείδος καὶ Τρικωμίας. κατʼ ἄνδρα τῶν γεωργούντων ἀντὶ ἀνακεχωρηκότων καὶ ἐξησθενηκότων κατασπορᾶς τῆς τοῦ ἐνεστῶτος γ ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν. ἔστι δέ· ἀντὶ Πρωτίωνος Ἀμμωνίου ἄρουραι β 𐅸 δίδωμι Ἀφροδίσιος Σαραπίωνος τοῦ Ἀφροδ καὶ ἀντὶ Παποντῶτος Πακείους ἄρουραι κβ δίδωμι Πισᾶις Κολλούθου καὶ Σαραπάμμων Ἥρωνος ἄρουραι β 𐅵 Τιθοῆς Πόντου ἄρουραι η 𐅵 Χαιρήμων Ὀννώφρεως ἄρουραι δ δ ιϛ Ἀνουβᾶς Δείου ἄρουραι γ Ὀνήσιμος Στράτωνος ἄρουραι β Παποντῶς καὶ Πανοῦφις ἀμφότεροι Ἀμάιτος ἄρουρα α 𐅵 η ιϛ καὶ ἀντὶ Διδᾶ Σώτου ἄρουραι η δίδωμι Πασίων Χάρμου τοῦ Ἀρείου καὶ ἀντὶ Πρωτίωνος Λογγείνου ἄρουραι ε 𐅵 δίδωμι Ἁρποχ Βάσσου ἄρουραι β 𐅸 Πετεεῦς Πετεσούχου ἄρουραι β 𐅸 καὶ ἀπὸ Ἥρωνος Διοδώρου δίδωμι Πῶλις Θεομνᾶ ἄρουραι ε Ἑρμῆς Διονυσίου ἄρουρα α καὶ ἀντὶ Μελανᾶ Ὡρίωνος ἄρουραι δ δ δίδωμι Πετερμοῦθις Παποντῶτος καὶ Δημήτριος Λογγείνου καὶ ἀντὶ Ἥρωνος Ἡρακλείδου ἄρουραι ζ 𐅸 ιϛ λβ δίδωμι Πανοῦφις Πετερμούθεως καὶ ἀντὶ Ἥρωνος Σαβείνου ἄρουραι ε δίδωμι Ἰσχυρᾶς Ἰσχυρᾶτος καὶ ἀντὶ Ἀπολλωνίου Ἥρωνος ἄρουραι ε 𐅵 δίδωμι Πετερμοῦθις ἀπάτωρ μητρὸς …οῦτ καὶ ἀντὶ Ἐσούρεως Σανσνέως ἄρουραι ε η δίδωμι Νεῖλος Διδᾶ καὶ ἀντὶ Πτολλᾶτος ἀπάτορος ἄρουραι ϛ 𐅵 δίδωμι Θέων καὶ Τράλλις ἀμφότεροι Ἀθηνίωνος καὶ ἀπὸ Διδύμου Ἡρακλείδου Ὡρίων Παποντῶτος ἄρουρα α Σαραπίων ἀπάτωρ μητρὸς Ε…ρνης ἀρούρης 𐅸 Διδᾶς Σώτου ἀρούρης 𐅸 καὶ ἀντὶ Βόλου Ἰσίωνος ἄρουραι ε 𐅵 η ιϛ λβ δίδωμι Διόδωρος Διοδώρου ἄρουραι β η Καπίτων Ῥωμανοῦ ἄρουρα α Φουῶνσις Ὥρου καὶ Λογγεῖνος Μελανᾶ ἄρουραι β 𐅵 ιϛ λβ καὶ ἀντὶ Ἁτρῆτος Ἥρωνος ἄρουραι γ 𐅵 η δίδωμι Ἀπολλώνιος Σαραπίωνος καὶ ἀντὶ Ἥρωνος Ὥρου ἄρουρα α δ η δίδωμι Σανσνεῦς Παστωοῦτος καὶ ἀντὶ Πελῶις Ἀνουβίωνος ἄρουραι γ 𐅵 δίδωμι Μιῶσις Μύσθου χωλοῦ καὶ Ἀνουβᾶς Ὀννώφρεως καὶ Πῶλις Ἀφροδεισίου μητρὸς Ἐσόνεως καὶ ἀντὶ Φάσειτος Ἀκῆτος ἄρουρα α δίδωμι Πουλῆμις Πουλήμεως ἐπικαλούμενος ὁ τοῦ …σεεις Ἰσίδωρος κωμογραμματεὺς ἐπιδέδωκα. ἔτους γ Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἁδριανοῦ ε.

---

Documentary Papyri, P.Berl.Leihg. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.berl.leihg;1.
