# P.Berl.Leihg. 2 35

Documentary Papyri, P.Berl.Leihg. 2, P.Berl.Leihg. 2 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-berl-leihg-2/35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-berl-leihg-2/35

γείτονες τῶν ὅλων νότου διῶρυξ, βορρᾶ Ἀπολλωνίου Ἀπολλωνίου ἐδάφη, ἀπηλιώτου Ταμύσθας καὶ ἑτέρων ἀμπελών, λιβὸς διῶρυξ. Πτολεμαίου Πτολεμαίου ἱερονίκου ἀμπελῶνος ἄρουραι δ δ ιϛ συντιμηθεῖσαι ὑπὸ συντιμητῶν μέχρι γ ἔτους δραχμῶν Βφ, ἄξιαι δὲ πρὸς τὸ γ ἔτος δραχμῶν φ διὰ τὸ τοῖς προτέροις ἔτεσιν ἐν χερσείᾳ γεγονυῖαι ὁρισθῆναι τῶν δημοσίων καὶ δ μέρους γεωμετρίας. γείτονες νότου καὶ βορρᾶ ἀμπελών, λιβὸς διῶρυξ, ἀπηλιώτου χέρσος ὑπόλογος. Ἀσκληπιάδου Κόρακος ἀμπελῶνος ἄρουραι β 𐅵, συντιμηθεῖσαι ὑπὸ χ συντιμητῶν μέχρι γ ἔτους δραχμαὶ χ, ἄξιαι δὲ πρὸς τὸ αὐτὸ γ ἔτος τῆς τοῦ ὑπολόγου τιμῆς διὰ τὸ τοῖς προτέροις ἔτεσι ἐν χερσείᾳ γεγονέναι, τῷ δὲ β ἔτει καὶ γ ἔτει ὁρισθῆναι τῶν δημοσίων εἰδῶν. γείτονες νότου ὑδραγωγός, μεθʼ ὃν ἀμπελών, βορρᾶ ὑδραγωγός, μεθʼ ὃν χέρσος, ἀπηλιώτου ἀμπελών, λιβὸς φοινικών. Γαίου Φιλοκλανίου Πρόκλου γ μέρος φοινικῶνος ἄρουραι γ συντιμηθεῖσαι ὑπὸ συντιμητῶν μέχρι γ ἔτους δραχμῶν ξη, ἄξιαι δὲ πρὸς τὸ γ ἔτος τῆς τοῦ ὑπολόγου τιμῆς διὰ τὸ τοῖς προτέροις ἔτεσιν ἐν χερσείᾳ γεγονέναι, τῷ δὲ β ἔτει καὶ γ ἔτει ὁρισθῆναι τῶν δημοσίων εἰδῶν καὶ δ μέρους γεωμετρίας. γείτονες νότου … καὶ ἐπὶ τι μέρος … Κερκεσ… λιβὸς … ἔτους δ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν ζ. ἔτους ια Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἔτους ια … τοῦ κυρίου … … δραχμ …αγρ …ρα …ἀρουρ γ δ … δ …ις …δε σμ σιγ ἄλλαι δραχμαὶ κζ ἀριθμητικοῦ δραχμαὶ ν ναυβίου δραχμαὶ κ ὀβολοὶ ιζ γίνονται δραχμαὶ φνβ τριώβολον ὧν δραχμαὶ ρ ἄλλαι δραχμαὶ π ἄλλαι δραχμαὶ ξ ἄλλαι δραχμαὶ π γίνονται δραχμαὶ τξη Θέρμιον Σαταβοῦτος εἰς Ἀθηνάριον Παγκράτους κατοίκων χαλκοῦ σ.

---

Documentary Papyri, P.Berl.Leihg. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.berl.leihg;2.
