# P.Berl.Leihg. 2 46

Documentary Papyri, P.Berl.Leihg. 2, P.Berl.Leihg. 2 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-berl-leihg-2/46
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-berl-leihg-2/46

… …μονων κόλλημα νζ Χαιρήμονα γραμματέα σιτολόγων καὶ Σώταν φύλακα· ὡς ἠξίωσας Χαιρήμονα γραμματέα σιτολόγων καὶ Σώταν φύλακα, οὓς γράφεις ἀναπεφευκέναι, ἐκέλευσα προγραφῆναι, ὅπως ἐντὸς ἡμερῶν εἴκοσι ἐνφανεῖς γενόμενοι ἐπὶ τῶν τόπων λόγων ὑποσχῶσιν. ἐὰν δὲ βραδύνωσι, τὸν πόρον αὐτῶν σὺν ταῖς προσόδοις κατασχὼν δήλωσόν μοι. ἐρρῶσθαί σε βούλομαι. ἔτους κ Φαρμοῦθι ϛ. διὰ μὲν μιᾶς· Σώτας Πτολεμαίου ἐπιστολαφόρος παραλαβὼν Χαιρήμονα γραμματέα σιτολόγων κώμης Θεαδελφείας ὥστε ἀπαιτῆσαι παρʼ αὐτοῦ ὅσον ἀνηρπάκει ἀπὸ θησαυροῦ … δημοσίου ἐκ κενῆς προθέσεως ἀφανὴς ἐγένετο σὺν τῷ Χαιρήμονι· ὅθεν ἀναγκαίως, κύριε, ἀναφέρω σοι, ἵνʼ ἐάν σοι τῇ τύχῃ δόξῃ, κελεύσῃς αὐτοὺς προγραφῆναι καὶ τῆς δεούσης ἐπιστάσεως τυχεῖν, ὅπως καὶ οἱ λοιποὶ μὴ ἀναχωρήσουσι. κ ἔτους Φαρμοῦθι ιη. κόλλημα νη. διὰ δὲ ἄλλης· Χαιρήμονα γραμματέα σιτολόγων κώμης Θεαδελφείας· ἀπαιτούμενος κεφάλαιά τινα ζητηθέντα πρὸς χειρισμόν, παραδοθεὶς Σώτᾳ Πτολεμαίου φύλακι καὶ ἀναφυγὼν σὺν αὐτῷ προεγράφη ἐπὶ τῶν τόπων σὺν τῷ Σώτᾳ. ἐπεὶ δὲ μέχρι τούτου οὐδὲ ἕτερος αὐτῶν ἐμφανὴς ἐγένετο, παρακαλῶ, κύριε, κελεῦσαι αὐτοὺς καὶ παρὰ σοὶ προγραφῆναι, ἵνα μὴ κατὰ μίμησιν αὐτῶν ἄλλοι τὸ αὐτὸ πράξωσι καὶ ἐκ τούτου ἐμποδίζηται ἡ τῶν δημοσίων εἴσπραξις. ἔτους κ Φαρμοῦθι κβ. ἐφʼ ὅσον πρὸς τῇ στρατηγίᾳ ἤμην, οὐκ ὤφθησαν. ἵνʼ οὖν τὸ ἀκόλουθον τοῖς γραφεῖσι γένηται, μετέδωκα τῷ μετʼ ἐμὲ κατασταθέντι στρατηγῷ Ἡρακλείδῃ. ἐκ βιβλιοθήκης Σουνεί ι ἔτους Τῦβι. Χαιρήμων Φάσει τοῦ Χαιρήμονος μητρὸς Θαισᾶτος ἐτῶν κϛ. ἐξ ὑπομνήματος τοῦ πατρός. Μάρκος Πετρώνιος Μαμερτῖνος ἔπαρχος Αἰγύπτου λέγει· τοὺς ὑπογεγραμμένους σιτολόγους διατάγματι γραμματέα σιτολόγων καὶ φύλακα, ὥς φησιν Οὐέγετος ὁ καὶ Σαραπίων ὁ τῆς Θεμίστου μερίδος στρατηγὸς ἀναπεφευκέναι, κελεύω ἐντὸς ἡμερῶν εἴκοσι ἐμφανεῖς γενομένους ἐπὶ τῶν τόπων λόγον ὑποσχεῖν ἢ εἰδέναι, ὅτι ἀναζητηθέντες τῆς δεούσης ἐπιστροφῆς τεύξονται. εἰσὶ δέ· Χαιρήμων γραμματεὺς σιτολόγων κώμης Θεαδελφείας παραδοθεὶς Σώτᾳ Πτολεμαίου φύλακι ἕνεκα κεφαλαίων ἀνηκόντων τῷ χειρισμῷ. Σώτας φύλαξ ὁ παραλαβὼν τὸν Χαιρήμονα. κ ἔτους Φαρμοῦθι ϛ. …

---

Documentary Papyri, P.Berl.Leihg. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.berl.leihg;2.
