# P.Bour. 19

Documentary Papyri, P.Bour., P.Bour. 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-bour/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-bour/19

χμγθ ὑπατείας Φλαουίου … τοῦ λαμπροτάτου Φαῶφι …, ὀγδόης ἰνδικτίονος …ε… … τοῦ κυρίου μου Φλαουίου Ἐρυθρίου τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμιτος τῶν καθωσιωμένων δομεστίκων καὶ τῶν ἐν τῇ Αἰγυπτιακῇ διοικήσει στρατιωτικῶν ταγμάτων ἐπέχοντος τῶν τόπων τῶν … ἐπάρχων τῶν ἱερῶν πραιτορίων ἐν τῇ αὐτῇ διοικήσει διὰ … παρὰ Αὐρηλίων Καϊουμα Ἰουλιανοῦ … Θεοτέκνου Ἐλπιδίου πραγμάτων …οντων ἐμ Πανὸς πόλει … τῷ μεγάλῳ Αὐγουσταλιανῷ …ας Ἀσκληπιὸν οἰκονομο… … καὶ …υθιν καὶ Ἀμμώνιον καὶ Θεόδωρον καὶ Λεόντιον … τῆς Πανοπολιτῶν ἐπι …νοντων καὶ παρα … καὶ τῆς ὑμῶν …δέξασθαι, παρακλήσεις προσηγάγομεν τῇ ὑμῶν …είᾳ ἡμεῖς Καϊουμας καὶ Θεότεκνος ὥστε … καταπιστεῦσαι καὶ εἴξασα ταῖς ἡμετέραις παρακλήσεσι τοῦτο πεποίηκεν. κατὰ τοῦτο ὁμολογοῦμεν … ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι τοὺς προγεγραμμένους … χρυσίου τὴν ἐγκειμένην …τοις καὶ τοῦ ἴσου … ἀπονεμηθὲν ἡγεμονικὸν … καὶ ζητουμένους αὐτοὺς παραστήσασθαι ἐν δημοσίῳ τόπῳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς …μεν τῷ ἐκεῖσε διάγοντι … εἴσω προθεσμίας ἡμερῶν τεσσεράκοντα ἀριθμουμένης ἀπὸ … τῆς παρούσης ὀγδόης ἰνδικτίωνος καὶ γράμματα …λ…επι… ὅτιπερ τὴν ἐμφάνειαν … ὡς προγέγραπται. εἰ δὲ τῆς προθεσμίας ἐνστάσης …ενον γράμματα ὑμῖν ὡς ὅτι…η…το ἢ διʼ ἑαυτῶν ἢ διὰ πλη… ἀκολούθως τῇ ἐκδοθείσῃ παρʼ ἡμῖν χειρογραφίᾳ … ὑπεύθυνοι ἐσόμεθα πᾶσι τοῖς ἐπιζητουμένοις καὶ λυμανθησομένοις, ὑποκειμένων …α…ξ…ι καὶ τῇ ὑμῶν …είᾳ πάντων ἡμῶν τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων, ὧν τε νῦν ἔχομεν καὶ ὧν ἂν μετὰ ταῦτα ἐπικτησόμεθα, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Καιουμας Ἰουλιανοῦ ἐθέμην τὴν ἐγγύην καὶ πείθομαι πᾶσι τοῖς προγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Θεότεκνος Ἐλπιδίου ὁ προγεγραμμένος ἐγγυῶμαι ἅμα Καιουμᾳ ἐξ ἀλληλεγγύης τοὺς προγεγραμμένους Ἀσκληπιὸν καὶ …υθιν καὶ Ἀμμώνιον καὶ Θεόδωρον καὶ Λεόντιον ἐφ’ ἅπασιν τοῖς προγεγραμμένοις καὶ ἀναγνοὺς καὶ ὑπογράψας καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. ἐγγύη τῶν υἱῶν …ε… διὰ Καιουμᾶ τ… ἐγγύη.

---

Documentary Papyri, P.Bour.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.bour.
