# P.Cair. Isid. 93

Documentary Papyri, P.Cair. Isid., P.Cair. Isid. 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-isid/93
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-isid/93

ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Γουνθικοῦ μεγίστου Περσικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς Λωΐου Παῦνι κϛ ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Κοπρῆς Πτολεμαίου μητρὸς Ταήσεως ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν λ φακὸς μέλας μήλῳ δεξιῷ Αὐρηλίᾳ Σαραπιάδι Κοπρῆ μητρὸς Ἡρακλοῦτος ἀπὸ ἀμφόδου Μοήρεως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ ἔχειν παρʼ αὐτῆς ὁ ὁμολογῶν διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑπτακισχιλίας διακοσίας ἑξήκοντα οὔσας τάλαντον ἓν καὶ δραχμὰς χιλίας διακοσίας ἑξήκοντα χρῆσιν εἰς μῆνας τρεῖς ἀπὸ τούτου τοῦ μηνὸς τόκου δραχμιαίου ἑκάστῃ μνᾷ κατὰ μῆνα ἔκαστον, ἅσπερ ἐπάναγκον ἀποδώσειν ἐν τῷ μηνὶ Μεσορὴ τοῦ ἐνεστῶτος ἔτους σὺν τοῖς συναχθησομένοις αὐτῶν δραχμιαίοις τόκοις ἀνυπερθέτως, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γίνεσθαι αὐτῇ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. καὶ ἔγραψε Δ… ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα. καὶ ἐπερωτηθεὶς ὡμολόγησε. Αὐρήλιος Κοπρῆς Πτολεμαίου ἔσχον τὸ τοῦ ἀργυρίου τάλαντον ἓν καὶ τὰς δραχμὰς χιλίας διακοσίας ἑξήκοντα καὶ ἀποδώσω ὡς πρόκειται τῇ προθεσμίᾳ …

---

Documentary Papyri, P.Cair. Isid.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.isid.
