# P.Cair. Masp. 1 67021

Documentary Papyri, P.Cair. Masp. 1, P.Cair. Masp. 1 67021. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-1/67021
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-1/67021

χμγ τὴν ἀγαθὴν διάθεσιν καὶ προαίρεσιν ἀριστὴν τῆς ὑμετέρας θεοφιλοῦς ἁγιωσύνης ἐπιστάμενοι ἀκριβῶς, τὴν ἀεὶ εἰς τὰ εὐαγέστατα τοῦ Θεοῦ ὅσια μοναστήρια ονω…σται…αλ… ἀγαθά. διὸ οὖν πάρακαλοῦμεν …ηναι …θ…ειν…το ὡς μεγάλοις ὑμῖν ου…των τέκνων τοῦ ε…εισ…ιων πνεύματι α… … ἅπερ ἐπὶ τοῦ ὁσιωτάτου ἄπα Παχωμίου τοῦ … τὰ καθʼ ἡμᾶς, ὡς ἐλεεινοὺς ὄντας ὑμῶν υἱούς τε καὶ προσκυνητάς. βουλόμεθα γὰρ καὶ χωρὶς πράγματος πᾶσαν καθʼ ἑκάστην ἀφορμὴν ἐμπίπτουσαν προσγράφειν ἡμᾶς, καὶ προσειπεῖν τὴν ἱερὰν καὶ φίλην Θεῷ κεφαλήν, ἣν προσκυνοῦμεν ἀσπαζόμενοι ὅσον οὐκ ἰσχύσει … προσγράψαι καὶ παρακαλοῦντες ὑπεισελθεῖν τὸ καθʼ ἡμᾶς πρᾶγμα, καὶ μὴ ἀνέχεσθαι τὸ εὐαγὲς μοναστήριον ἀδικηθῆναι παρὰ Μηνᾶ τοῦ λαμπροτάτου σκρινιαρίου καὶ παγάρχου τῆς Ἀνταίου. κεκτήμεθα γὰρ …κ …λα κτηματίδια ἐν Ἀφροδίτῃ κ…ε…μ…η ταῖς …τ… βαρυ… ὄντα …σχ…ρεσχ… καὶ ἐγκ…ακήσαντες, μὴ εὕροντες ἀποτάξασθαι, μήτε ἴσην εκ…ποιῆσαι βεβαρυμένα. πρὸς δὲ τούτοις καὶ ἀπαιτούμεθα παρʼ αὐτοῦ τὴν συντέλειαν κτημάτων φανερῶν καὶ ἐξωτικῶν ἀρουρῶν τοῦ μοναστηρίου Ψινεπόϊτος ὧν οἱ … Πετμε τῶν κωμῶν τοῦ αὐτοῦ Ἀνταιουπολίτου καρποῦνται ἄνευ ἐκφορίων καὶ δημοσίων κατʼ ἔτος· κεκμηκότες παρακαλοῦντες … τούτων ἐκφόρια, ἤγουν ἀφʼ ἡμῶν ἀποτρέψαι τοὺς …κω… ἀδίκους κ… ἀπαιτοῦντας τὴν συντέλειαν· οὐκ ἐβουλήθη … καὶ ἐπεξῆλθεν προι…ιων τῇ κώμῃ Ἀφροδίτῃ μετὰ στρατιωτικῆς καὶ παγανικῆς βοηθείας, ὡς λέγουσιν ταύτην ἐπραίδευσεν καθὰ … διοικοῦντος εἰρηκότος, καὶ τὸν οἶκον αὐτοῦ πεπορθημένον παρὰ τῆς ἑπομένης τῷ εἰρημένῳ κυρίῳ Μηνᾷ βοηθείας ἐξ ἴσου βαρβαρωθέντων τόπων, καίτοι τὴν πρώτην καὶ τὴν δευτέραν καὶ τρίτην καταβολὴν τῶν δημοσίων παρεσχόμεθα αὐτῷ κακ…τ… συναλλαγῆς τοῦ πυρὸς θερμοτέρας ἐδανεισάμεθα· καὶ οὕτως οὐκ ὤκνησεν ἀνατρέψαι τὸν διοικητὴν ἡμῶν ἀλόγως. οὐ τοῦτο καὶ μόνον ἡμῖν …σπευ…αι… καὶ τοῦ τὴν ικα… τῆς λαμπρᾶς μνήμης Σαραπάμμωνος ἀφείλατο τὸν σῖτον τῶν ἐκφορίων τῶν κτημάτων ἡμῶν, ἐξωδιάσατο …νον τ…ις μηδένα τῶν τοτε χρεωστούντων· οὐ μὴν ἀλλὰ καὶ φανερὰ πολλὰ … αψ…τεροκ… καὶ ὀπτοπλίνθων μεγάλην κάμινον α…α ευ… εἰς οἰκοδόμησιν τῆς ἁγίας ἐκκλησίας ἄπα Πετρωνίου διηρπας… διὰ τοῦτο ηθις… ἐβουλομ ἡμᾶς ἀναγράψαι …υν τ… τοιούτω… … ἀξιώθη ὁ σ…

---

Documentary Papyri, P.Cair. Masp. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;1.
