# P.Cair. Masp. 1 67032.46-88

Documentary Papyri, P.Cair. Masp. 1, 67032.46 to 67032.88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-1/67032.46
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-1/67032.46

στελλομένου τῇ ὑμετέρᾳ λαμπρότητι· τῶν δὲ ἐκβησομένων ἐκ τῆς δίκης ἢ πρὸ δίκης ἔξεστι ἡμῖν λαβεῖν εἰς λόγον κέρδους ὑπὲρ ζημιωμάτων ἡμῶν καὶ αὐτῶν τὸ ἥμισυ τέταρτον μέρος, καὶ τῇ ὑμετέρᾳ λαμπρότητι τὸ ἄλλο τέταρτον, ὥστε εἶναι τοῦτο ὑπέρ τε σκυλμοῦ καὶ κόπου καὶ ἀναλωμάτων αὐτῆς ἤτοι καὶ τῶν προσηκόντων αὐτῇ παιδαρίων· καὶ μὴ δύνασθαι αὐτὴν ἐν οὐδενὶ ἀμφιβάλλειν ἢ παραβῆναι τὰ προκείμενα σύμφωνα, ἀλλʼ εἰς πέρας ἄξαι εὐλόγως καὶ σπουδαίως καὶ δικαίως κατὰ πάντα ἐντρανῆ τρόπον, δίχα οἵας δήποτε προδοσίας καὶ ῥᾳδιουργίας καὶ ὑπερθέσεως καὶ ἀναβολῆς καὶ μετεωρισμοῦ καὶ χλεύης, ἑτοίμως ἔχοντες καὶ ἡμεῖς ὑπὸ λόγον προσεδρεῦσαι τοῦ ἐνδοξοτάτου στρατηλάτου τῆς χώρας, καὶ τοῦ α…ου ον ἂν προλήμψεται ἡμῖν ἀπʼ αὐτῶν ἡ ὑμετέρα λαμπρότης ἕως ὅτε εἰς πέρας ἄχθη ἡ τοῦ καθʼ ἡμᾶς πράγματος δίκη ἀμέμπτως καὶ ἀκαταγνώστως κα…ειδ ἐκβιβασμὸν ποιήσασθαι καὶ ἐκδοῦναι τοῖς ἐναγομένοις τὸ βιβλίον ἑτοίμως ἔχομεν κινδύνῳ ἡμῶν καὶ πόρῳ πα… καὶ δίκας λέγειν. ἐγώ τε ὁ προλεχθεὶς λαμπρότατος Παλλάδιος ἀνθομολογῶ ἑτοίμως ἔχειν ἐμμεῖναι τοῖς προδιορισθεῖσί μοι παρʼ ὑμῶν συμφώνοις καὶ ὁμολογήμασιν, καὶ στέρξαι πάντα καὶ εἰς πέρας ἄξαι καθʼ οἷον δήποτε προμνημονευθέντα παρʼ ὑμῶν τρόπον δε… προσεδρεῦσαι ἐν ταύταις ταῖς δύσι ὁμολογίαις καὶ μὴ ἐν οὐδενὶ παραβῆναι … ταῦτα κατὰ τὴν δύναμιν τῆς πορισθείσης ὑμῖν θείας κελεύσεως, ἀλλὰ μᾶλλον ἐκβιβάσαι πάντας τοὺς ὑμετέρους ἀντιδίκους τοὺς ἐντεταγμένους καὶ ἀποδεικνυμένους ἐπὶ παντὶ κεφαλαίῳ ἀνήκοντι ὑμῖν κατʼ αὐτῶν μέχρι τῆς περαιώσεως τοῦ ὑμετέρου πράγματος· καὶ προσεπὶ τούτοις, πρὸς σαφέστεραν καὶ ὀχυροτέραν ἀσφάλειαν, ἐπομνύμεθα ἀλλήλοις, ἐγὼ μὲν ὑμῖν, ὑμεῖς δὲ ἐμοί, τὸν θεῖον καὶ σεβάσμιον ὅρκον, τήν τε ἁγίαν καὶ ὁμοούσιον Τριάδα καὶ τὴν νίκην καὶ τὴν διαμονὴν τοῦ καλλινίκου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος, … ἐμμένειν τοῖς ὁμολογηθεῖσι παρʼ ἡμῶν ἀμφοτέρων ἐν ταύταις ταῖς ἰσοτύποις δύσι ὁμολογίαις. εἰ δὲ μὴ τοῦτο ποιήσομεν, παρέξει τὸ μὴ ἔμμενον μέρος τῷ ἐμμένοντι χρυσίου λίτρας δύο ἔργῳ καὶ δυνάμει ἀπαιτουμένας, καὶ ἆκον ἐμμένειν πᾶσιν τοῖς προγεγραμμένοις συμφώνοις. καὶ ἐπὶ τούτοις ἅπασιν ἐπερωτηθέντες παρʼ ἀλλήλων καὶ ἀλλήλους ἐπερωτήσαντες ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν εἰς πέρας ἄξαι ὡμολογήσαμεν. προσομολογῶ δὲ ἐγὼ Παλλάδιος μονομερῶς ἑτοίμως ἔχειν ἐνεγκεῖν ὑμῖν ἐρχομένοις σὺν Θεῷ ἐν ταύταις …ν Θηβαΐδι τὸ θεῖον ὑπομνηστικὸν τὸ προαγορευθέν μοι

---

Documentary Papyri, P.Cair. Masp. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;1.
