# P.Cair. Masp. 1 67098

Documentary Papyri, P.Cair. Masp. 1, P.Cair. Masp. 1 67098. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-1/67098
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-1/67098

… … Διοσκόρου ε… ὁρμωμένου μὲν ἀπὸ κώμης … τοῦ … νομοῦ, διάγοντος δὲ τὰ νῦν ἐν ταύτῃ … ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας η… ἀναποτρέπτῳ γνώμῃ τε καὶ συναιρέσει, … ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ καλλινίκου ἡμῶν δεσπότου Φλαυίου … τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος … πεπρακέναι σοι … ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς προελευσόμενον χρόνον … δικαίῳ καὶ καλῇ πίστει καὶ πα… τὸ ὑπάρχον μοι ἐκ γονικῆς μου διαδοχῆς καὶ ὑποστάσεως … κτῆμα διακείμενον ἐν πεδιάδι κώμης … τοῦ … νομοῦ … ἀρουρῶν τῶν κατὰ κοινωνίαν οὐσῶν … συμπλήρωσιν τῶν αὐτῶν ἀρουρῶν … δηλούμενοι οὕτως τοῦ πράγματος … σπορίμης γῆς καὶ ἀνυποτελοῦς ἄρουραν μίαν . γείτονες δέ εἰσιν … ἐπὶ μὲν νότου τὸ γεώργιον τῆς εὐαγοῦς μονῆς … ἐπὶ δὲ ἀπηλιώτου … ἐπὶ βορρᾶ τὸ ὑμέτερον γεώργιον … καὶ ἐπὶ λιβὸς … ἢ οἷοι τε ἂν ὦσι γείτονες πάντῃ πάντοθεν· τιμῆς δὲ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καθαροῦ χρυσοῦ νομίσματα … γίνεται χρυσοῦ νομίσματα … ἅπερ ταῦτα τῆς τιμῆς χρυσινὰ ἀπείληφα ἐγὼ ὁ ἀποδόμενος … παρὰ σοῦ τοῦ πριαμένου … διὰ χειρός σου εἰς χεῖράς μου, ἀριθμῷ καὶ σταθμῷ …ηρη… ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα καὶ διηνεκῆ χρόνον … ἀρούρης ἀνυποτελοῦς σπορίμης … ὑπὲρ οὗ κατʼ ἔτος τὸ κτῆμα μ… δημοσίαν συντέλειαν ἣν καὶ αι… ἐφʼ ᾧ σὲ τοῦτο ἔχειν καὶ κυριεύειν μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ χρηστηρίων ἁπάντων, ἀρξάμενόν σε τῆς τούτου τοῦ κτήματος δεσποτείας ἀπὸ καρπῶν τῶν νῦν … εἰς τὸ παντελὲς β…αντ… ἀπὸ παντὸς τοῦ ἐπελευσομένου σοι ἢ ἀντιποιηθησομένου … σπορίμης καὶ τὸν ἐπελευσόμενον εἰς σὲ τὸν πριάμενον … βεβαιώσω σοι πάσῃ βεβαιώσει … καὶ εἰ ἧττον φροντίζω τῆς αὐτοῦ βεβαιώσεως, τριπλασίως τὸ τίμημα δώσω σοι, μετὰ καὶ τοῦ μετὰ ταῦτα εἶναι τὴν παροῦσαν ἔγγραφον πρᾶσιν κυρίαν καὶ βεβαίαν …

---

Documentary Papyri, P.Cair. Masp. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;1.
