# P.Cair. Masp. 2 67151dupl.ms.130-168

Documentary Papyri, P.Cair. Masp. 2, 67151dupl.ms.130 to 67151dupl.ms.168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-2/67151dupl.ms.130
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-2/67151dupl.ms.130

παντὸς καὶ τοῦ inter vivos κατὰ τὸν νόμον, ὥστε μὴ παντοίας πώποτε ἀνατροπῆς τυχεῖν, ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ θρόνου καὶ κυριότητος ὑφʼ ἡλίῳ, καθʼ ὅτι ἐπʼ ἀγαθῇ καὶ εἰλικρινεῖ προαιρέσει ταύτην ἐχαρισάμην καὶ ἐδωρησάμην τῷ προειρημένῳ εὐαγεῖ μοναστηρίῳ ὑπὲρ ἁγίας μου προσφορᾶς αἰωνίου. καὶ ὁρίζω τὸ ταύτης τέλος ἀεί ποτε βασιλικὸν ἐνέλκεσθαι καὶ ἐπισύρεσθαι καὶ ἐπαναστρέφεσθαι τῇ ἐμῇ πάσῃ περιουσίᾳ, ἐπανειλημμένον εἶναι διηνεκῶς τῷ παντὶ ἐποφειλομένῳ δίδοσθαι ὑπὲρ ἐμοῦ παρὰ τῶν ἐμῶν υἱῶν καὶ κληρονόμων δημοσίῳ τελέσματι, κανονικῷ τε καὶ προσκαίρῳ, ἔν τε σίτῳ ἐμβολῆς καὶ χρυσικῷ καὶ ναύλῳ καὶ παντοίοις βάρεσι, ἀποκρινομένων αἰωνίως ὑπὲρ αὐτῆς τῷ δημοσίῳ λόγῳ καὶ τὸ ἱκανὸν ποιούντων τούτῳ ὑπὲρ ταύτης διηνεκῶς, καὶ τοῦ εἰς τοῦτο ἀταράχου καὶ ἀστασιάστου καὶ ἀνϋπομνήστου καὶ ἀζημίου καὶ ἀνεπισπάστου καὶ ἀνενοχλήτου φυλαττομένου πάντοτε τῷ εὐαγεῖ μοναστηρίῳ, ἀνθʼ ὅτου ταύτην αὐτῷ ἐδωρησάμην ὑπὲρ ἀναπαύσεως ψυχῆς μου καὶ ἀφέσεως πλημμελημάτων, ἐφʼ ᾧ τοὺς κατὰ καιρὸν ἠγουμένους τε καὶ οἰκονόμους καὶ διοικητὰς πραγμάτων τοῦ αὐτοῦ ἁγίου μοναστηρίου, ἔπειτα δὲ καὶ τὸν νῦν διοικοῦντα προεστῶτα καὶ θεοφιλῆ πατέρα Ἄπα Βησᾶν τὸν εὐλαβέστατον πρεσβύτερον καὶ κοινοβιάρχην, δεσποτικῷ δικαίῳ κατὰ πᾶν ἐκ νόμων ἁρμόττον προπριαιταρίας δίκαιον ἐγκρατεῖς γένεσθαι τῆς αὐτῆς μιᾶς ἀμπέλου, ὡς προεσημηνάμην, καὶ τὴν παντοίαν ταύτης πρόσοδον κομίσασθαι κατʼ ἔτος ἀπὸ καρπῶν καὶ κανόνος τῆς σὺν Θεῷ μελλούσης καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές, καὶ τὴν ταύτης διοίκησιν καθάπερ βούλωνται ἀναθέσθαι εἰς τὴν ἁγίαν μου προσφοράν· μέντοι γε αὐτοὺς μὴ δύνασθαι ταύτην πώποτε ἐκποιῆσαι ἢ ἑτέρῳ μεταλλάξαι ἐπὶ τὸν παντελῆ χρόνον, ἀλλʼ αὐτὴν ἐπίμονον εἶναι καὶ παραμόνιμον, ἐξυπηρετοῦσαν τῇ ἁγίᾳ μου προσφορᾷ, διὰ τὸ ἐμοὶ οὕτως ὀρθῶς καὶ δικαίως δεδόχθαι. βούλομαι δὲ καὶ κελεύω τοὺς ποθεινούς μου υἱοὺς τὴν περιστολὴν ἤτοι κηδείαν κατʼ ἀξίαν ἐμὴν τοῦ ἐμοῦ σώματος ποιῆσαι, ἐξορκίζω δὲ τὸν εὐλαβῆ καὶ θεοφιλῆ ἡγούμενον τοῦ προειρημένου μοναστηρίου Ἄπα Ἱερημίου, κατὰ τῆς ὁμοουσίου Τριάδος ἁγίας καὶ ἀηττήτου, ὑποδέξασθαι τὸ ἐμὸν εἰς ταφὴν καὶ μνῆμα λείψανον εἰς τὴν εὐαγεστάτην μόνην, εἰς μνείαν τῆς ἐμῆς πάντοτε βραχύτητος, καὶ συναρίθμιον ὀνομασίαν μου ἐν τῇ τοῦ καταλόγου τῶν μακαρίων ἐκεῖσε πάντων ἀναπαυσαμένων ἐκφράσει ἐνεραδνουμίου γενέσθαι.

---

Documentary Papyri, P.Cair. Masp. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;2.
