# P.Cair. Masp. 2 67151dupl.ms.169-212

Documentary Papyri, P.Cair. Masp. 2, 67151dupl.ms.169 to 67151dupl.ms.212. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-2/67151dupl.ms.169
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-2/67151dupl.ms.169

βούλομαι δὲ καὶ κελεύω τὴν εὐγενέστατην σύμβιον μου γαμετὴν ἐξουσιάζειν τῶν ἑαυτῆς καὶ μόνων ἕδνων τῶν ὑπʼ ἐμοῦ αὐτῇ προδοθέντων ἐν ὥρᾳ τῶν αὐτῆς αἰσίων γάμων πρὸ μίξεως, καὶ τούτοις ἀρκεσθῆναι καὶ μὴ δύνασθαι περαιτέρω τούτων ἐπιζητεῖν πρὸς οἷον δήποτε κληρονόμον ἐμὸν ἢ συγκληρονόμον, μήτε μὴν αὐθεντῆσαι καθʼ οἷον δήποτε τρόπον ἀποσπάσασθαι παντελῶς οἷον δήποτε πρᾶγμα ἐκ παντοίων ἐμῶν πραγμάτων, οἷον εἰκὸς εἰ βουληθησομένην ἰδιοποιήσασθαί τι ἑαυτῇ τῶν ἐμῶν, κακοθέλουσαν ἐκ τούτων ἀπόνασθαι, μὴ γένοιτο αὐτῇ τοῦτο μετὰ τὴν ἐμὴν τελευτήν, ἐξεῖναι δὲ μόνον αὐτῇ τὰ ἑαυτῆς γονικὰ πράγματα συλλαβεῖν ἐξερχομένῃ τοῦ οἴκου μου, ἅπερ ἐναποδείκτως ἐμφανίσεται ὡς ἦσαν ἐκεῖνα συνεισενηνέγμενά μοι παρʼ αὐτῆς γονικόθεν. τὴν δὲ ἁγίαν διοίκησιν καὶ ἐπιμέλειαν καὶ πρόνοιαν τοῦ εὐαγοῦς ἡμῶν ξενῶνος κατὰ τὰς πατροπαραδόσεις ἐν ἅπασι ὁρίζων, καὶ βούλομαι καὶ κελεύω τὴν πᾶσαν τῶν ἀρρώστων φιλοκαλίαν τε καὶ ἐπιμέλειαν καὶ διαιτοχορηγίαν περαιωθῆναι ἐπιμελῶς καὶ ἐπιπόνως ἀκαταφρονήτως, εὐσεβείᾳ καὶ φόβῳ Θεοῦ καλλιεργουμένην, μετὰ σπουδῆς πάσης καὶ ἐπιεικείας, ἅμα τε διατελεῖσθαι παρὰ τοῦ προσφιλεστάτου μου ἀδελφοῦ Ἰωάννου, καὶ ἕξειν αὐτὸν ὡσαύτως τὴν τῶν πραγμάτων πρεπόντως τοῦ αὐτοῦ ξενῶνος κηδεμονίαν, εἰς ἀνανέωσιν διόλου τῆς τῶν ἀρρώστων φροντίδος καὶ λειτουργίας καὶ ἀποτροφῆς τῆς συνήθους· καὶ ἐξορκίζω αὐτὸν κατὰ τοῦ ἀενάου θεοῦ τούτου μὴ ῥᾳθυμῆσαι τοῦ περισπουδάστου Θεοῦ ἔργου· καὶ εἰ ἀμελήσοι ὄψεται πρὸς τὸν Θεόν· ἀξιῶ δὲ καὶ παρακαλῶ πάντας τοὺς θεοπίστους καὶ ἐλεήμονας, ἔτι καὶ τοὺς λαμπροὺς καὶ σοφωτάτους συνηγόρους, οὕσπερ καὶ ἐνορκῶ κατὰ τῆς ἁγίας Τριάδος, καὶ πάντα κριτὴν καὶ δικαστὴν καὶ ἐξουσίαν καὶ κυριότητα, ἀεὶ παραφυλάξαι ἐρρωμένην ταύτην μου τὴν διαθήκην, δίχα οἵας δήποτε ἐναντιώσεως καὶ ἀντιπαθείας καὶ συλλογισμοῦ ῥητόρων καὶ δεκανικῆς λεπτολογίας. τοὺς γὰρ ἐμοὶ ἅπαντας διαφέροντας καὶ ἐκ γένους μοι ἀγχιστεύοντας οὐκ ἐφʼ ὕβρει λέγω ἀποβλήτους καὶ ἀμοίρους καὶ ἀκλήρους παντελῶς εἶναι, βούλομαι δὲ καὶ κελεύω ὡς νόθους καὶ ἀπελευθέρους τῆς ἐμῆς ἐν ἅπασι μετοχῆς κληρονομίας καὶ σχέσεως πραγμάτων γενέσθαι ἄπωθεν, ἀλλοτριουμένους τούτων πάντα πᾶσιν, καὶ πάσης λήμψεως καὶ δόσεως ὑπὲρ ἐμοῦ, διὰ τὸ ἐμὲ ὀρθῷ καὶ δικαίῳ κεκρίσθαι σκοπῷ καὶ ᾑρῆσθαι οὕτως. ἕκαστος γὰρ ἀπολαυέσθω τῶν ἰδίων· λίαν δὲ μόγις τὰ τῆς ἐμῆς μετριοσύνης ἐλάχιστα πράγματα ἐπαρκήσονται τοῖς νηπίοις μου καὶ ἀφήλιξι υἱοῖς μου, οἷς καὶ καταλείψω τὸν βίον στυγνὸν καὶ ἀδιοίκητον,

---

Documentary Papyri, P.Cair. Masp. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;2.
