# P.Cair. Masp. 2 67151dupl.ms.213-251

Documentary Papyri, P.Cair. Masp. 2, 67151dupl.ms.213 to 67151dupl.ms.251. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-2/67151dupl.ms.213
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-2/67151dupl.ms.213

δεομένοις πολλῆς ἀνατροφῆς καὶ πολλῶν ἀναλωμάτων καὶ ἐπιμελείας. καὶ, ὡς προωρίσα, τούτοις μόνοις πάντα τὰ ἐμὰ ἀπονεμηθῆναι καὶ ὑπαρχθῆναι βούλομαι, καὶ ποινὴν κατὰ τοῦ ἐθελοκακεῖν δυσσεβῶς βουληθησομένου κατʼ αὐτῶν ὁρίζω μιᾶς λίτρας χρυσίου εἰς ἔκτισιν, καὶ μετὰ ταύτης κατὰ μηδένα τρόπον μηδὲν μὲν ὠφελεῖσθαι αὐτὸν ἐκ τοῦ ἐγχειρήματος, ἀλλὰ μᾶλλον βλαβῆναι καὶ ἡττᾶσθαι, ἄκοντά τε καὶ ἀνωφελῆ ἐφησυχάζειν τοῖς ὑπʼ ἐμοῦ νῦν διατυπωθεῖσι ἐν τῇ παρούσῃ μου δικαίᾳ διαθήκῃ, ἀφʼ ἧς ἀπέστω πᾶς φθόνος καὶ δόλος πονηρός. καὶ εἴη βεβαία, ὑπὸ Ἰησοῦ τοῦ κυρίου καὶ Θεοῦ ἡμῶν βραβευομένη καὶ ἀεὶ φυλαττομένη ἐπὶ πᾶσι τοῖς ἐμπεριεχομένοις αὐτῇ γενικοῖς κεφαλαίοις· οἳς ἐπευδοκῶν κατεθέμην καὶ τοῦτο τὸ κεφάλαιον, συνελόντι δὲ εἰπεῖν, ἔτι γε εὔδηλον αὐτὸ κυριώτερον εἶναι καὶ βεβαιότερον σχεδὸν τούτων ἁπάντων, ὡς ἡγοῦμαι καὶ ὡσαύτως προστακτικῶς προβῆναι, ἐφʼ ᾧ δὲ τοὺς εἰρημένους ποθεινοὺς υἱοὺς μου καὶ κληρονόμους πατρωνεύεσθαι καὶ κουρατορεύεσθαι καὶ εἰκότως διοικεῖσθαι, μετὰ τῶν ἐλαχίστων αὐτῶν πραγμάτων, ὡς νηπίους καὶ ἀφήλικας, ἕως ἂν ἐπαυξήσωνται τὴν ἡλικίαν, παρὰ τοῦ δεσπότου μου καὶ θεοφιλοῦς πατρὸς ἄπα Βησᾶ τοῦ προεστῶτος τοῦ προειρημένου εὐαγοῦς μοναστηρίου ἄπα Ἱερημίου, ἐν τάξει γενικοῦ κουράτορος καὶ κατὰ νόμους κηδεμόνος. καὶ τοῦτον ἀξιῶ καὶ ἐνορκῶ κατὰ τοῦ παντοκράτορος θεοῦ προσώπου καὶ τῆς ἐντίμου καὶ ὑπερβαλλούσης αὐτοῦ σωτηρίας, καθʼ ὅσον ἐπιεικῶς καὶ σπουδαίως κέχρηται περὶ πᾶν ὁτιοῦν εὐάρεστον τῷ Θεῷ ἀγαθὸν ἔργον, καὶ τοῦτο τὸ ψυχωφελὲς κατʼ εὐσέβειαν Θεοῦ καὶ φιλανθρωπίαν προσθέσθαι ἑαυτῷ, καὶ εἰκότως φροντίζειν ἐπιμελῶς καὶ ἐπιπόνως τῶν εἰρημένων δειλαίων μου τέκνων καὶ τῶν τούτων ἐλαχίστων πραγμάτων ἄχρι, ὡς προεῖπον, τῆς αὐτῶν ἐννόμου ἡλικίας, πρὸς τὸ αὐτοὺς μὴ ἀδίκως πλεονεκτεῖσθαι παρʼ οἵου δήποτε προσώπου ὡς ὀρφανοὺς καὶ ἀπεριστάτους, μὴ δυναμένους μήτε δυνησομένους λογοθετῆσαι αὐτὸν ἐν ἅπασι τὸν εἰρημένον, καὶ κατὰ παράκλησιν ἐμὴν ἐπʼ αὐτοὺς καταιδεῖν ὀφείλοντας τὸν θεοφιλέστατον κουράτορα, καὶ αὐτῷ πειθαρχῆσαι ἐν ἅπασι ὡς ἐμοί. καὶ ἐλπίδι χρώμενος ἀγαθῇ, θαρρῶ ὡς οὐ παρόψεται μὴ ποιῆσαι πάντα τὰ κατʼ εὐσεβῆ τινα θεραπεύοντα, διὰ δὴ τοῦτο κέλωρα αὐτῶν ἀκοῦσαι καὶ προθέσθαι αὐτῷ τὴν ἐπικουρίαν καὶ ἐπιμέλειαν αὐτῶν διʼ εὐσέβειαν καὶ φόβον Θεοῦ, καὶ ὅτι οὐκ ἀθετήσῃ εἰς τούτους, ὑπὲρ σωτηρίας αὐτοῦ·

---

Documentary Papyri, P.Cair. Masp. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;2.
