# P.Cair. Masp. 2 67151dupl.ms.252-287

Documentary Papyri, P.Cair. Masp. 2, 67151dupl.ms.252 to 67151dupl.ms.287. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-2/67151dupl.ms.252
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-2/67151dupl.ms.252

εἰ ἀμελήσοι δέ, ὅπερ ἀπείη, τῆς τούτων διοικήσεως, εἴη ὑπεύθυνος τῷ φρικτῷ θεοῦ βήματι, τὰς ἀπολογίας παρέχων τῷ παντοκράτορι Θεῷ καὶ ὀρφανοπάτορι ὑπὲρ τῆς ταύτης ἀμελείας· εἰ δὲ ἀγαθὸν αὐτῶν φρόντισμα ποιήσῃ, καὶ αὐτὸς ὁ ἱκανοδότης Θεὸς ἀντὶ τῶν πόνων τούτων ἀμείψηται αὐτῷ πλουσίᾳ χειρὶ ἐκ τῶν ἀμυθήτων ἐκείνων αὐτοῦ ἀγαθῶν τὰ ἀντάμοιβα μυριανταπλασίως, καὶ πολυχρόνιον αὐτὸν καταστήσῃ, ἕως οὗ ἐν ἀπολαύσει γένηται πάσης ἐλπίδος αὐτοῦ καὶ σωτηρίας. ἐγὼ γὰρ ὁ δείλαιος εἰς ὅδον πάντων πορεύσομαι, δεόμενος ἱλασμοῦ καὶ πρεσβείας ἁπάντων, καὶ χάριν ἀνθʼομολογῆσαι αὐτῷ τούτων ἕνεκεν οὐκ ἔτι δʼ ἐξευρίσκω. τὴν δὲ ἐμὴν θείαν, ὀνόματι ἀξιῶ καὶ βούλομαι ἐπιζητεῖν, ὅθεν ἐπίσταται, τὸν …ικ…ρ… ἄργυρον, κείμενον ὄντα παρὰ τῷ δανειστῇ, ὃν, τιμήματος ὅσου ἐστίν, αὐτῷ ὑπεθέμην ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, καὶ μερίζειν τοῦτον καὶ πιπράσκειν τοῖς βουλομένοις, ἅμα τε καὶ φυλάττεσθαι τὸ τούτου τίμημα, καὶ πρῶτον μὲν ἀποπληροῦν τὸν εἰρημένον χρήστην ἐκ τούτου τὸ δάνειον, εἶτα δὲ μεταλαβεῖν τὸ περιττευόμενον καὶ τὸ πλεῖον τιμήματος οἰκειοῦσθαι αὐτῇ, εἰς λόγον τῶν ἀποτροφίμων αὐτῆς, ἐφʼ ὅλον τὸν τῆς ζώης χρόνον, μέντοι γε μὴ δυνησαμένης πώποτε ἕτερόν τι ἐπιζητεῖν πρᾶγμα πρὸς τοὺς ἐμοὺς κληρονόμους μήδε καὶ ἐκείνους πρὸς αὐτὴν περὶ τούτου ἀντιποιήσεσθαι καθʼ οἷον δήποτε τρόπον καὶ λόγον καὶ χρόνον καὶ τόπον, ἀλλʼ ἐμμεῖναι τοῖς προορισθεῖσι, διὰ τὸ ἑκάτερον μέρος οὕτως … ἀνειληφέναι τὴν ἐκ πλήρους ἑαυτῷ ἁρμόττουσαν καὶ …κονι… κληρονομίαν ἔνστασιν. βούλομαι δὲ καὶ κελεύω καὶ πάλιν δωροῦμαι τῷ προειρημένῳ ἁγίῳ μοναστηρίῳ Ἄπα Ἱερημίου, διὰ τοῦ θεοφιλεστάτου Ἄπα Βησᾶ τοῦ προλεχθέντος ἡγουμένου καὶ τῶν μετʼ αὐτὸν μεταπαραληψομένων τὴν τοῦ τόπου ἡγουμενίαν, τὸ καινὸν σκαφίδιον μου ἐκ τῶν ἐμῶν δύο σκαφιδίων ἐξηρτισμένων, μετὰ πάσης αὐτοῦ ἐξαρτίας ὡς ἔστιν καὶ τῆς προκτητικῆς ἐγγράφου πράσεως, ἐλθὸν εἰς ἐμὲ ἀπὸ ἀγοραστικοῦ δικαίου παρά τινων Ἀνταιοπολιτῶν, παρʼ ὧν κειμένην εἰ καὶ ἔσχον κατέχω τὴν πρᾶσιν ἧν ἀρτίως βούλομαι ἐκδοθῆναι τῷ αὐτῷ τόπῳ ὑπὸ πᾶσαν αὐτοῦ ἐξουσίαν εἶναι διηνεκῶς αὐτοτελῆ καὶ αἰώνιον κατοχὴν καὶ κυριότητα καὶ χρῆσιν καὶ κομιδὴν προσόδου αὐτοῦ, ὡς εἴκος τοῦτο ὑπὲρ ἀφέσεως ὁμοίως τῶν ἐμῶν πλημμελημάτων πρὸς Θεὸν καὶ ψυχῆς ἐμῆς εἰς ἴασιν. ἐπειδὴ δὲ εὐλόγως χρεωστῶ τῷ λαμπροτάτῳ κυρίῳ Χριστοφόρῳ υἱῷ Θεοδώρου νομίσματα πεντήκοντα εὔσταθμα ἁπλᾶ ζύγῳ Ἀντινόου, ἀξιῶ ὁμοίως τὸν θεοφιλῆ ἡγούμενον ἄπα Βησᾶν

---

Documentary Papyri, P.Cair. Masp. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;2.
