# P.Cair. Masp. 2 67167.1-43

Documentary Papyri, P.Cair. Masp. 2, 67167.1 to 67167.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-2/67167.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-2/67167.1

… τ… Ἀντινοέων πόλεως, Φλαυΐῳ Κωνσταντίνῳ, υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Καλλινίκου Ἀλεξάνδρου, σιγγουλαρίῳ τῆς δουκιανῆς τάξεως, ὁρμωμένῳ μὲν ἀπὸ τῆς αὐτῆς … πόλεως, διάγοντι δὲ τὰ νῦν ἐνταῦθα ἐπὶ τῆς αὐτῆς Ἀντινοέων πόλεως, χαίρειν. καὶ ὁμολογῶ τὰ ἑξῆς ὑποτεταγμένα. πρώην ὁ ἐν μακαρίοις τὴν μνήμην ὑμῶν πατήρ, Καλλίνικος ὀνόματι, κατʼ ἔγγραφον γραμμάτιον νομισματίων τριάκοντα τριῶν εὐστάθμων ἐχρεώστησέν μοι, ὑποτεθεικὼς τότε εἰς ἀσφάλειαν καὶ ἀπόδοσιν αὐτῶν τε καὶ τῆς αὐτῶν παραμυθίας, ὡς περιέχει τὸ αὐτὸ γραμμάτιον, φανερὰ ἐνέχυρα, ὁλκῆς ὅσης εἰσίν, τοῦτʼ ἔστιν μεσατιν καυκίον ἀργύρεον ἓν καὶ πενταρρόστουλα χρυσέα δύο . καὶ τοῦ χρόνου διαγενομένου τῆς αὐτῶν λυτρώσεως, καὶ αὐτοῦ τοῦ πρωτοτύπου ὑμῶν πατρὸς τεθνηκότος πρὸ τῆς τούτων ἀναλυτρώσεως καὶ ἀποδόσεως τοῦ αὐτοῦ χρέους, καὶ ταύτῃ ἐπεζήτησα πρὸς ὑμᾶς τὸν προειρημένον Κωνσταντῖνον περὶ τοῦ εἰρημένου χρέους καὶ τῆς τούτου παραμυθίας, ὀφείλων κατὰ τὸ προσῆκον τούτων πληρωθῆναι καὶ ἀνταποδοῦναί σοι τὰ ὑποτεθέντα μοι ἐνέχυρα παρὰ τοῦ σου πατρὸς περιόντος· καὶ μηδαμῶς δυνηθείσης τῆς σῆς λαμπρότητος ταῦτα λυτρώσασθαι, παρακλήσεις προσήγαγές μοι τὰ εἰρημένα ἐνέχυρα ἀντὶ τοῦ προσημανθέντος χρέους καὶ τῆς αὐτοῦ παραμυθίας ἔχειν καὶ κατέχειν καὶ οἰκειοῦσθαι ἐμαυτῷ δεσποτικῷ δικαίῳ, ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ προσελαύνοντα χρόνον, καὶ τούτων ἐξουσιάζειν καὶ δύνασθαί με παντὶ τρόπῳ χρήσασθαι τὰ προειρημένα ἐνέχυρα δεσποτικῷ δικαίῳ ᾧ ἂν βουληθείην, ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ ἀνεγκλήτως ἐπάναγκες. καὶ μετὰ τὴν τούτων ἔγγραφον ἀποταγὴν τὴν γεναμένην μοι παρὰ σοῦ σήμερον, ἐπεζητήσας πρὸς ἐμὲ τὸ γραμμάτιον ἤτοι τὴν πατρικήν σου ἀσφάλειαν τὴν γεναμένην μοι εἰς ταῦτα, παρὰ τὸ ὀξὺ δὲ μὴ εὑρόντα ταύτην ἀναδοῦναί σοι· κατὰ τοῦτο εἰς ταύτην τὴν διαλυτικὴν ὁμολογίαν ἐλήλυθα, ἐν τάξει ἀκυρωσίας οὖσαν, καθʼ ἧν ὁμολογῶ ἑτοίμως ἔχειν τὴν εἰρημένην σου πατρικὴν ἀσφάλειαν, ὁπόταν διερεύνησω καὶ διεξιχνεύσω πάντα τὰ ἐμὰ δικαιώματα καὶ ἐξευρήσω ταύτην, ἀποδοῦναί σοι, ἠγοῦν, εἰ εὕρω αὐτὴν ἀπολωλυῖαν ἐν τοῖς ἐμοῖς χάρταις, προσομολογῶ καθʼ οἷον δήποτε τρόπον ἢ χρόνον μηδένα τοῦ λοιποῦ λόγον ἔχειν πρὸς σὲ ἀπεντεῦθεν ἤδη μήτε ἕξειν περὶ τοῦ αὐτοῦ χειρογράφου, μήτε ἐγὼ μὴ κληρονόμοι μου μὴ διάδοχοι μὴ διακάτοχοι, πρὸς σὲ ἢ κληρονόμους σούς, διὰ τὸ ἐμὲ μὴ εὑρηκέναι τὸ αὐτὸ χειρόγραφον ἐν τοῖς ἐμοῖς χάρταις καὶ ἤδη ἀπειληφέναι τὰ αὐτὰ ἐνέχυρα διʼ ἐγγράφου ἀποταγῆς σῆς, καὶ οἰκειώσασθαι ἐμαυτῷ ὑπὲρ τοῦ αὐτοῦ χρέους

---

Documentary Papyri, P.Cair. Masp. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;2.
