# P.Cair. Masp. 3 67295.pg1.1-17

Documentary Papyri, P.Cair. Masp. 3, 67295.pg1.1 to 67295.pg1.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-3/67295.pg1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-3/67295.pg1.1

ἀντιρρητικοὶ λίβελλοι παρʼ ἐμοῦ Ὡραπόλλωνος Ἀσκληπιάδου, τοῦ λαμπροτάτου καὶ ἐλλογιμωτάτου φιλοσόφου, κεκτημένου ἐν Φενεβύθει …οι… καὶ οἶδε τὸ κεφάλαιον τῶν ἐν ἐπιθυμίᾳ τῶν ἀλλοτρίων τυγχανόντων ἀπρονόητον· ἐθέσπισαν γὰρ πολλὰ κατʼ αὐτοὺς οἱ νόμοι τῶν θειοτάτων ἡμῶν βασιλέων, καὶ τὰ ὑπερφυῆ ἔδικτα τῆς ἐχούσης τὸ σκῆπτρον ἀρχῆς. εἰδότες γὰρ, προμυθέστατοι ὄντες, ὡς οἱ ἐπιθυμηταὶ τῶν ἀλλοτρίων …ιτην…ν σπουδὴν οσο… οἰκειοῦσθαι τὰ ἀλλότρια κατὰ μηχανήν τινα καὶ δυστροπίαν … καὶ ἐπιχειροῦσιν συναρπάζειν τὰ ἰάσιμα τῶν ἀδεκάστων καθαροτάτων ἀρχόντων, καὶ ἀποτολμῶσιν παρασχέσθαι ἐν τοῖς δικαστηρίοις ψευδῆ ἐκμαρτύρια ὑπὲρ αὐτῶν, αἰτοῦντες ὡς ση… οἰκειοῦσθαι αὐτοῖς τὰ μὴ ὄντα ὑπʼ αὐτοὺς μήτε ὑπὸ νομὴν αὐτῶν πώποτε γεγενημένα … γεγόνασιν κ…ον κατὰ κακοτροπίαν καὶ …δε… καὶ ἐπιθυμίαν τῶν ἀλλοτρίων ἀποτολμῶσιν καὶ τα… … διὰ σα… προσέταξαν τὸν τῇ ἀληθείᾳ κύριον καὶ δεσπότην ἀντιρρητικοῖς χρήσασθαι λιβέλλοις καὶ μηνῦσαι τοῖς δικαστηρίοις διὰ χειρῶν τῶν ῥιπαρίων ἤτε τῶν ἐκδίκων καὶ δημοσιευόντων καὶ τῶν πράκτορων τῶν δημοσίων καὶ τῶν ἐξυπηρετουμένων ταῖς παγαρχίαις καὶ πάντων τῶν ταξεωτῶν, ὥστε μηδεμίαν συναρπαγὴν γενέσθαι μήτε καινοτομίαν κατὰ τῶν ἐπιεικῶς βιούντων παρὰ τῶν ἀσεβούντων. ἐπίσταμαί γε ὅσα διὰ τούτους ἀνωρθώθη δυστρόπως ἐχόμενα, καὶ ὅσα οἱ κρατοῦντες νόμοι προκαταλαβόντες ἰάσαντο διὰ τοὺς φιλοπραγμονοῦντας κακωθέντα· ἀλλʼ ὅθεν ἧκε τὰ κατʼ ἐμὲ πεπραγμένα κατὰ βραχὺ, καὶ παρά τινος, ἐγκαλύπτομαι λέγειν. ἐμοὶ μὲν γὰρ, εἰ μὴ ἐπίψογον τό τινα ἑαυτὸν ἐπαινεῖν, δόξα οὐ μετρία πρὸ πολλοῦ ὑπάρχει μετὰ τοὺς κατὰ τὴν Ἀλεξάνδρου μεγάλην πόλιν οἰκοῦντας. ἄγων γὰρ σχολὴν περὶ τὰς ἐκεῖσε ἀκαδημίας ἀεί ποτε ἐφύλαττον τὴν εὐζωΐαν, καὶ σπουδαίως ἐπασκήσας τὴν ἐνοῦσάν μοι δύναμιν τὸν λόγον τὴν φιλόσοφον ἐπεύθυνον τοῖς βουλομένοις παιδείαν· τοῦτο ἐκ πατέρων καὶ προγόνων ἔμφυτον ἔχων, ὡς διδασκάλῳ χρησάμενος τῷ … τοῖς τρισμακαριωτάτῳ μου πατρὶ Ἀσκληπιάδῃ, τῷ πονήσαντι τὸν πάντα αὐτοῦ βίον τοῖς Μουσείοις, νέους κατὰ τὴν παλαιὰν διδάξαντι παιδείαν …σανασοντ…στη, κατὰ τὴν αὐτὴν πόλιν τὸν ἴσον τρόπον ἐσπούδασον φυλάττειν, ἀλλὰ ἡ ἐπιείκεια καὶ ἡ περὶ τοὺς λόγους εὐφυΐα παρὰ τῶν κακῶν οὐδαμῶς τιμῶνται· μαρτυρεῖ τούτῳ ἡ κατʼ ἐμοῦ νῦν συσκευὴ, καὶ ἡ κατὰ τῶν ἐμῶν πραγμάτων καὶ ἀνθρώπων παράλογος προσέλευσις.

---

Documentary Papyri, P.Cair. Masp. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;3.
