# P.Cair. Masp. 3 67295.pg1.18-67295.pg2.5

Documentary Papyri, P.Cair. Masp. 3, 67295.pg1.18 to 67295.pg2.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-3/67295.pg1.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-3/67295.pg1.18

ἐγεννήθημεν γὰρ ἐγὼ καὶ …, ἡ γαμετή μου σύμβιος καὶ ἀνεψιὰ ἐκ τῶν δύο ἀδελφῶν κατὰ πατέρα ἐγὼ τε καὶ αὐτὴ, κοινῶς τῶν ἡμῶν πατέρων βιωσάντων καὶ μηδέποτε ἀπʼ ἀλλήλων ἀποσχοινισθέντων μήτε τῇ διαθέσει μήτε τῇ οἰκήσει μήτε τῇ εὐζωία μήτε τῇ φιλοσόφῳ Μούσῃ ὥστε ἀμφιβάλλειν πολλούς τινων εἴημεν γονέων, ὁπότερον ἐγὼ τοῦ αὐτῆς πατρὸς, ἡ αὐτὴ τοῦ ἐμοῦ. ὑπερβᾶσα τὴν φύσιν τοῖς ἔργοις, καὶ τὴν ἐπιείκειαν τῶν ἡμῶν πατέρων ἀσχημονοῦσα, μοιχῷ τινι προσωμίλησε καὶ … πᾶσι μήδε λογισαμένη, πλοίου ἐπέβη καὶ τῆς πατρίδος ὑπερόριος γέγονεν. σιωπῶ γὰρ, ὅτι τὸ τοῦ ἀνδρὸς ὄνομα οὐκ ἔγνων πώποτε, ἅτε ξένου ὄντος …ασχ… πόρρω τῆς ἡμῶν πατρίδος χρηματίζοντος. οὐκ ἀρκουμένη τῷ ἐαθέντι αὐτῇ παρὰ τοῦ αὐτῆς πατρὸς μέρει, συναρπάζειν ἐβουλήθη καὶ τὸ λοιπὸν. ἐπιχειρεῖ γὰρ ὁμοῦ ἐν δίκῃ καὶ τὸ ἀνῆκόν μοι ἐκ πατρὸς καὶ ἑτέρων νομίμων καὶ δικαίων τίτλων εἰς αὐτὴν ἀνέλκειν, ταύτην μοι μόνην καταλιποῦσα τὴν ἐλπίδα, τυχεῖν τῆς ὑμῶν εὐαρχείας καὶ φυλαττούσης ἑκάστῳ τὸ δίκαιον· ἀλλʼ εὔελπις πάντως τυγχάνω, ὡς πάντων τῶν ἀδικημάτων ποινὴν δώσει, ὅσα εἰς ἐμὲ πεπλημμέληκεν. τούτων γὰρ τῶν πραγμάτων, ὧν τὴν νομὴν ἐξεζήτησεν ἀναγαγεῖν ὑπʼ αὐτὴν, οὐδὲν πώποτε ἐξ οἱουδήποτε τίτλου ὑπὸ νομὴν αὐτῆς γεγένηται, ἀλλʼ ὑπῆρχεν τοῦ ἥρωός μου πατρὸς Ἀσκληπιάδου ἐκ τε πατρῴας καὶ μητρῴας διαδοχῆς, ἀπὸ κληρονομιαίων καὶ ἀγοραστικῶν ἰδιοκτήτων τε καὶ ἑτέρων διαφόρων συμβολαίων καὶ νομίμων καὶ δικαίων τίτλων· οὗ τὸν κλῆρον ὡς μόνος αὐτοῦ υἱὸς τυγχάνων παρέλαβον. ὅθεν θαυμάζω τὸ ποικίλον, μᾶλλον δὲ τὸ πανοῦργον καὶ τὸ θηριῶδες ἐκείνης τῆς φύσεως, ὅπως ἐκ τοῦ ἐμοῦ οἴκου πάντα τὰ κινητὰ μετέθηκεν, ἀπὸ πολυτίμου ἕως ἐλαχίστου, εἰς οὓς ἐβουλήθη τόπους, ἐμοῦ κατὰ τὴν Ἀλεξανδρέων τὴν διαδιδασκαλίαν ποιουμένου τῶν νέων, καὶ … ἐπὶ ξένης τυγχάνοντος διὰ τὴν τῶν γονέων ὑπόλημψιν. τοῖς κινητοῖς μὴ ἀρκεσθεῖσα τοῖς εἰς πολλὴν ὁλκὴν χρυσίνου συντείνουσιν ἐβουλήθη καὶ τῶν ἀκινήτων ἐγκρατὴς γενέσθαι ἔκ τινος φιλοπραγμοσύνης, ὥστε καὶ αὐτὴν ἐλέγχει τὰ παρʼ αὐτῆς ἀδίκως καὶ ἀλόγως πεπραγμένα τε καὶ ἐξαιτηθέντα, ὧν οὐ πώποτε, καθὰ πολλάκις ἐν τοῖς προγραφεῖσι μεμήνυκα, ἐν νομῇ γεγένηται· ἀλλὰ τὰ αὐτὰ πατρῷά μου ὄντα ἐπʼ ἐμαυτὸν ἔχων ὡς καὶ τὸ πρᾶγμα αὐτὸ μαρτυρεῖ. μαρτυροῦσιν δὲ καὶ αἱ παρʼ αὐτῆς γενόμεναι ἀνορυχαὶ καὶ ἀνασκαφαὶ ἐν τῶι ἐμῷ οἴκῳ καὶ διὰ δικέλλων καὶ ἑτέρων ἐργαλείων

---

Documentary Papyri, P.Cair. Masp. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;3.
