# P.Cair. Masp. 3 67309.1-34

Documentary Papyri, P.Cair. Masp. 3, 67309.1 to 67309.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-3/67309.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-3/67309.1

χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους τετάρτου, Φαμενὼθ … δευτέρας ἰνδικτίονος, ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλαύιος Ἰωάννης υἱὸς Ἀκακίου, ἐκ μητρὸς Μάρθας τῆς μακαριωτάτης, διασημότατος βοηθὸς λογιστηρίου καὶ ψηφιστὴς, ὁρμώμενος μὲν ἀπὸ τῆς λαμπροτάτης Λύκων πόλεως, καταμένων δὲ πρὸ πολλοῦ ἐνταῦθα ἐπὶ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, Αὐρηλίᾳ Μαρίᾳ θυγατρὶ Κυριακοῦ τοῦ ἐλλογιμωτάτου σχολαστικοῦ, υἱοῦ τοῦ τῆς ἐνδόξου μνήμης Θεοδοσίου ἰλλουστρίου, χηρεύουσα, ὁρμωμένη καὶ αὐτὴ ἀπὸ τῆσδε τῆς Ἀντινόου πόλεως χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰωάννης, βοηθὸς λογιστηρίου καὶ ψηφιστὴς παιδευτηρίου τῆς Ἀντινόου, διὰ ταύτης μου τῆς ἐγγράφου ὑποθηκιμαίας ἀσφαλείας, ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ διὰ χειρός σου εἰς χεῖράς μου καὶ ἀναγκαίας χρείας, χρυσοῦ κεφαλαίου δεσποτικῶν δοκίμων νομισμάτια δεκαπέντε ὁμοῦ παρὰ κεράτια ὀγδοήκοντα τέσσαρα ζυγῷ δημοσίῳ Ἀντινόου· γίνεται χρυσοῦ νομισμάτια ιε ὁμοῦ παρὰ κεράτια πδ τῷ αὐτῷ ζυγῷ καὶ σταθμῷ δημοσίῳ Ἀντινόου. καὶ ταῦτα ἑτοίμως ἔχω ἐγώ τε καὶ παντοῖοί μου κληρονόμοι παρασχεῖν σοί τε καὶ παντὶ τῷ κυρίως ὑπὲρ σοῦ ἀεὶ πράττοντι, ἐν δυσὶ διαδόσεσι, ὁπόταν βουληθῇς, δίχα πάσης ἀγνωμοσύνης καὶ ὑπερθέσεως, οὕτως· τὰ μὲν νομίσματα ἓξ ἐκ τούτων, παρὰ κεράτια πέντε ἑκάστου τῷ αὐτῷ ζυγῷ, ἀτοκὶ ὑπάρχειν· καὶ ὑπὲρ πίστεως καὶ ἀσφαλείας τῆς τοῦ προκειμένου χρέους ἀποδόσεως, ἐντεῦθεν ἤδη ὑποτίθημί σοι καὶ ὑπεθέμην, ἐν τάξει ἐνεχύρου καὶ λόγῳ ὑποθήκης δικαίῳ, τὴν ὑπάρχουσάν μοι καὶ διαφέρουσαν ὁλόκληρον ἐξέδραν νεύουσαν ἐπὶ ἀπηλιώτην, σὺν τῆς ἐκτὸς καταγαίου καμάρας ἤτοι κύπης, τὴν οὖσαν ἀπὸ τῆς ἐμῆς οἰκίας τῆς διακειμένης ἐπὶ τῆς ῥύμης ἀμφόδου ταύτης τῆς Ἀντινοέων, παρακάτω τῆς ταύτης Ὁμονοίας, ἠνεῳγμένης ἐπὶ τὸν οἶκον τοῦ τῆς ἀρίστης μνήμης Γενναδίου τοῦ ἀπὸ σκρινιαρίων τῆς δουκικοῦ τάξεως, ἐπʼ ἀπηλιώτην, σὺν αἱροῦντι τῇ αὐτῇ ἐξέδρᾳ μέρει τοῦ ἐκεῖσε φρέατος καὶ ἀναλογοῦντι, καὶ τῷ αὐτῆς ὁλοκλήρῳ δωματίῳ καὶ αὐλῇ καὶ παντὶ δικαίῳ καὶ πᾶσι χρηστηρίοις κατὰ τὸ αὐτὸ ἀναλογοῦν ταύτῃ μέρος, καὶ τῇ παρόδῳ καὶ ἀνόδῳ καὶ καθόδῳ καὶ ἐξόδῳ ταύτης τεθυρωμένης καὶ κεκλειδωμένης, ἐφʼ ᾧ ταύτην εἶναι ὑπὸ σὲ καὶ ὑπὸ τοὺς σοὺς κληρονόμους ἀεί ποτε ἄνευ ἐνοικίου, εἰς οἴκησίν τε καὶ χρῆσιν ὑμῶν, ἀντὶ τῆς παραμυθίας τοῦ προκειμένου χρέους τῶν αὐτῶν μόνων ἓξ νομισμάτων μέχρι ἐπιλύσεως καὶ ἀποδόσεως τούτων. καὶ ἑτοίμως ἔχω ἐγώ τε καὶ παντοῖοί μου κληρονόμοι φυλάξαι ὑπὸ σὲ τὴν καθαρὰν

---

Documentary Papyri, P.Cair. Masp. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;3.
