# P.Cair. Masp. 3 67312.r.45-86

Documentary Papyri, P.Cair. Masp. 3, 67312.r.45 to 67312.r.86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-3/67312.r.45
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-3/67312.r.45

ἐν καιρῷ τελευτῆς καταλειφθησομένων παρʼ ἐμοῦ πραγμάτων καὶ ἀγωγῶν καὶ ἐνοχῶν καὶ παντὸς δικαίου, ἀπὸ πολυτελοῦς μέχρι ἐλαχίστου καὶ ἀσσαρίου ἑνὸς, ἐπὶ τῇ ἑξῆς ἐφʼ ἑκάστῳ τῶν εἰρημένων κληρονόμων προελευσομένῃ παρʼ ἐμοῦ διαστολῇ τε καὶ διατυπώσει. οἱ δὲ λοιποὶ πάντες ὅσοι πρὸς γένος μοι διενηνόχασιν ἢ κατʼ ἀγχιστείαν διαφέρειν οἴονται, ἀποκληρονόμοι μου ἔστωσαν, οὐκ ἐφʼ ὕβρει τινὶ, μὴ γένοιτο, ἀλλὰ διὰ τὸ οὕτω μοι δεδόχθαι, σώφρονι καὶ ἀκριβεῖ λογισμῷ χρησαμένῳ. βούλομαι δὲ τοίνυν καὶ κελεύω Πέτρον τὸν εὐλαβέστατον ἀρχιμανδρίτην, ἤτοι τὸ δίκαιον τοῦ αὐτοῦ εὐαγοῦς μοναστηρίου ἄπα Σενούθου, ἔχειν εἰς τὴν ἰδίαν ἔνστασιν πάντα τὰ παρʼ ἐμοῦ ἐν καιρῷ τελευτῆς καταλειφθησόμενα ἀκίνητα πράγματα κατὰ τε τὸν Ἑρμουπολίτην καὶ Ἀντινοίτην καὶ Πανοπολίτην τοὺς νομοὺς, ἢ καὶ κατʼ ἑτέρους ὡς εἰκὸς διαγεῖται τόπους, ἔχειν δὲ οὐδὲν ἧττον εἰς τὴν ἰδίαν ἔνστασιν καὶ πάντα τὰ κατὰ τὴν Ἀντινοέων ἢ κατὰ τὴν Ἑρμουπολιτῶν διακείμενα παντοῖά μου πράγματα ἀκίνητα, ἐφʼ ᾧ τὴν ἐξ αὐτῶν παντοίαν συλλεγομένην ἐτησίαν πρόσοδόν τε καὶ στεγανόμια δαπανᾶσθαι εἰς εὐσεβεῖς διαδόσεις. βούλομαι δὲ καὶ κελεύω τὸν αὐτὸν εὐλαβέστατον ἄπα Πέτρον, ἤτοι τὸ δίκαιον τοῦ αὐτου εὐαγοῦς μοναστηρίου τῶν ἄπα Σενούθου, τὴν διακειμένην μου κατὰ τὴν Ἀντινοέων οἰκητικὴν πατρῷάν μου οἰκίαν, μετὰ παντὸς αὐτῆς τοῦ δικαίου καὶ στάβλου καὶ οἰκοπέδων συνημμένων τῇ αὐτῇ οἰκίᾳ, ἅμα τῇ ἐμῇ τελευτῇ διαπιπράσκειν, καὶ τὴν τούτων ἀποτίμησιν διαδιδόναι εἴς τε ἀνάρρησιν αἰχμαλώτων καὶ εἰς ἑτέρας εὐσεβεῖς διαδόσεις. ἔτι βούλομαι τὸν αὐτὸν εὐλαβέστατον ἄνδρα, ἤτοι τὸ δίκαιον τοῦ αὐτοῦ μοναστηρίου, πάντα τὰ περιερχόμενα εἰς αὐτὸν ἐκ τῆς ἐμῆς μὲν ὑποστάσεως, ἀνήκοντα δὲ τῷ εἰς ἐμὲ περιελθόντι κλήρῳ ἐξ εὐσεβείας τῆς μακαριωτάτης μου γαμετῆς, διαπιπράσκειν, καὶ τὴν τούτων ἀποτίμησιν διαδοῦναι ὡσαύτως ὑπὲρ ἁγίας προσφορᾶς τῆς αὐτῆς μακαρίας μου γυναικὸς ἢ καὶ εἰς ἑτέρας εὐσεβεῖς διαδόσεις ὑπὲρ ἀφέσεως τῶν αὐτῆς πλημμελημάτων … πρὸ μνήμης αὐτῆς … βούλομαι δὲ καὶ κελεύω Φοιβάμμωνα τὸν εὐλαβέστατον προεστῶτα τῶν Ἄπα Μουσαίου ἤτοι τὸ δίκαιον τοῦ αὐτοῦ μοναστηρίου, ἔχειν εἰς τὴν οἰκείαν ἔνστασιν πάντα τὰ ἐν καιρῷ τελευτῆς καταλειφθησόμενα παρʼ ἐμοῦ κινητὰ πράγματα, καὶ ταῦτα ἔχειν ἐξ αὐτῶν διαδόσεις πρὸς οὓς ἂν δοκιμάσῃ ἑαυτοῦ θεοφίλεια· πέποιθα γὰρ τὸν αὐτὸν θεοσεβέστατον ἄνδρα ὡς υπ…θ…ι τὰς δόσεις ἀμειώτως ὑπὲρ ἀφέσεως τῶν ἐμῶν πλημμελημάτων.

---

Documentary Papyri, P.Cair. Masp. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;3.
