# P.Cair. Masp. 3 67313.46-68

Documentary Papyri, P.Cair. Masp. 3, 67313.46 to 67313.68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-3/67313.46
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-3/67313.46

τούτων κατὰ καιρὸν ὀφθησομένων καὶ τῶν νῦν προσπαρακειμένων τῷ αὐτῷ κτήματι, καὶ τοὺς ἑπτὰ σὺν τούτῳ σικυῶνας καρποφορουμένους νῦν, ὥστε ἐμὲ μετὰ τῶν μετʼ ἐμὲ παραληψομένων τὴν πᾶσάν μου διαδοχὴν καὶ κληρονομίαν, τούτων ἁπάντων δικαίῳ σκοπῷ καὶ μερισμῷ, κατὰ τὰ μεταξὺ δόξαντα σύμφωνα, κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν διὰ παντὸς ἀπὸ τοῦ νῦν εἰς τὸ παντελὲς· λελογχέναι ἐμὲ οὐδὲν ἧττον ἅμα τούτοις καὶ οἰκίαν ὁλόκληρον διακειμένην ἐπὶ τῆς αὐτῆς κώμης Ἀράβων, ἐγγὺς τῆς ἁγίας ἐκκλησίας τοῦ παναέθλου μάρτυρος Ἄπα Θεοδώρου, ἠνεῳγμένης ἐπὶ ἀπηλιώτην, σὺν αὐθεντικῇ τε αὐτῆς θύρᾳ καὶ τῇ ταύτης παραθύρω, μετὰ παντὸς αὐτῆς τοῦ δικαίου καὶ τῆς συνημμένης ταύτῃ τῇ οἰκίαι ἐπαύλεως καὶ πασης τῆς τούτων περιοχῆς καθόλου καὶ δυσὶ φρέασι, ἁπαξαπλῶς μετὰ παντὸς ἐκ τούτων ὑπεισενηνεγμένου ἐκδοσίμου καὶ ἐκδότου ἐνοικίου ἐπὶ τῷ ἐξεῖναί μοι τῷ προγεγραμμένῳ Φιλήμονι μετὰ τῶν μετʼ ἐμὲ κληρονόμων καὶ διαδόχων καὶ διακατόχων τούτων κρατεῖν διηνεκῶς αἰωνίως δεσποτικῷ δικαίῳ, ἀκωλύτως καὶ ἀνεμποδίστως ὑπαναγκὲς τὸ σύνολον. καὶ προσεπὶ τούτοις λελογχέναι ὁμοίως πρόσωπα δύο αὐτοκασίγνητα, προσηγορευμένα τὸν μὲν ἄρσενα ὀνόματι Βήσατος, τὴν δὲ θήλειαν ὀνόματι Ματρώνας, μετὰ τῆς τούτων ἐπιγονῆς ἀεὶ συνεπομένης τούτοις, τοῦ εἰλη… …αὐτοῖς κατʼ ἔτος πεκουλίου καὶ ἐμοὶ στελλομένου τω…

---

Documentary Papyri, P.Cair. Masp. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;3.
