# P.Cair. Masp. 3 67325.IVr.5-67325.IVv.1

Documentary Papyri, P.Cair. Masp. 3, 67325.IVr.5 to 67325.IVv.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-cair-masp-3/67325.IVr.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-cair-masp-3/67325.IVr.5

Φαρμοῦθι δεκάτῃ τρίτης ἰνδικτίονος. ἐν Ἀφροδίτῃ κωμῇ Αὐρήλιος Μακάριος, υἱὸς Παουαγχίου, ἐκ μητρὸς Σοφίας, ὁ καὶ ἐπιλεγόμενος Παπχρῆμα, γεωργὸς μισθωτὴς ἀπὸ Ἀφροδίτης κωμῆς τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίᾳ Ἰουδὶθ θυγατρὶ Ἰωάννου Κορνηλίου, τῇ εὐγενεστάτῃ συντελεστρίᾳ χηρευούσῃ ἀπὸ Ἀφροδίτης τῆς αὐτῆς κωμῆς, χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προκείμενος Μακάριος Παουαγχίου ὁ καὶ κατʼ ἐπίκλησιν Παπχρῆμα, γεωργὸς μισθωτὴς, ἑκὼν καὶ πεπεισμένος, μεμισθῶσθαι παρὰ σοῦ, πρὸς μόνον καρπὸν τῆς σὺν Θεῷ εἰσιούσης τετάρτης ἰνδικτίονος, τὸ ὑπάρχον σοι ὁλόκληρον βόσκημα τοῦ γεωργίου καλουμένου Πία Διοσκόρου λιβικῆς πεδιάδος τῆς αὐτῆς κώμης Ἀφροδίοτης κλήρῳ …α… κατὰ τὰ παλαιὰ αὐτοῦ ὅρια κυκλωθέν. γείτονες δὲ τοῦ προδηλωθέντος ὁλοκλήρου βοσκήματος ἐκ τετραγώνου εἰσὶν οὗτοι· νότου τὸ γεώργιον Πία Πιμῖς τοῦ εὐαγοῦς μοναστηρίου Ἄπα …, βορρᾷ ἐν μὲν τῷ ἀπηλιωτικῷ ἀνέμῳ γεώργιον τοῦ χαλκοτύπου, τῶν υἱῶν Ἰακυβίου ἐν δὲ τῷ λιβικῷ ἀνέμῳ γεώργιον Πία Κάστορος τῶν υἱῶν Μαθίου … αὐτῶν, ἀπηλιώτου τὸ αὐτὸ γεώργιον τοῦ Χαλκοτύπου, λιβὸς ἐν μὲν τῷ νοτινῷ ἀνέμῳ γεώργιον … Ταντβεοῦτος τῶν κληρονόμων Ἀπολλῶτος τοῦ ἀπὸ ῥιπαρίων, ἐν δὲ τῷ βορινῷ ἀνέμῳ τὸ αὐτὸ γεώργιον Κάστορος, ἢ οἷοι ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν, ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ εἰς βοσκὴν καὶ τροφὴν τῶν ἐμῶν προβάτων καὶ θρεμμάτων. καὶ δώσω σοι λόγῳ μισθοῦ αὐτοῦ ἐρέας κατʼ ἔτος λίτρας ἕνδεκα τῷ δικαίῳ καμπανῷ, καὶ μὴ ἐκβαλλόμενος ἀπὸ τῆς νομῆς τοῦ αὐτοῦ βοσκήματος εἰ μὴ πληρωθέντων τῶν τριῶν ἐνιαυτῶν ἀρξάμενος ἀπὸ τῆς αὐτῆς σὺν Θεῷ τετάρτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου. ἡ μισθωτικὴ ὁμολογία κυρία καὶ βεβαία· καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Μακάριος υἱὸς Παυαχίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται Αὐρήλιος Κῦρος Κολλούθου, ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος … υἱὸς Κυριακοῦ μαρτυρῶ τῇ μισθώσει ὡς πρόκειται διʼ ἐμοῦ Δαυεὶτ Κωνσταντίνου σὺν Θεῷ νομικοῦ δέδωκεν Διόσκορος Ἀπολλῶτος διὰ Πτήρου, ἀπὸ δημοσίων τρίτης ἰνδικτίονος, κεράτια δέκα ἐννέα ζυγῷ·

---

Documentary Papyri, P.Cair. Masp. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.cair.masp;3.
